Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΘΟΥΚΥΔΙΔΗΣ, ΙΣΤΟΡΙΑΙ

ΘΟΥΚ 5.84.1–5.86.1

Η αρχή του διαλόγου Αθηναίων–Μηλίων
Η διαφορά Άργους–Επιδαύρου παρέσυρε τη Σπάρτη και την Αθήνα σε νέα σύγκρουση: στη μάχη της Μαντινείας (418 π.Χ.) οι Σπαρτιάτες νίκησαν τους συνασπισμένους Αργείους, Ηλείους, Μαντινείς και Αθηναίους. Η συμμαχία των τελευταίων διαλύθηκε και η Σπάρτη έκλεισε συμμαχία με το Άργος, ενώ επέβαλε ολιγαρχικό πολίτευμα στην πόλη. Ωστόσο, το επόμενο έτος οι Αργείοι δημοκρατικοί ανέκτησαν την εξουσία, τιμώρησαν τους ολιγαρχικούς και έκλεισαν νέα συμμαχία με την Αθήνα.

    [5.84.1] Τοῦ δ’ ἐπιγιγνομένου θέρους Ἀλκιβιάδης τε πλεύσας ἐς
Ἄργος ναυσὶν εἴκοσιν Ἀργείων τοὺς δοκοῦντας ἔτι ὑπόπτους
εἶναι καὶ τὰ Λακεδαιμονίων φρονεῖν ἔλαβε τριακοσίους
ἄνδρας, καὶ κατέθεντο αὐτοὺς Ἀθηναῖοι ἐς τὰς ἐγγὺς νήσους
ὧν ἦρχον· καὶ ἐπὶ Μῆλον τὴν νῆσον Ἀθηναῖοι ἐστράτευσαν
ναυσὶν ἑαυτῶν μὲν τριάκοντα, Χίαις δὲ ἕξ, Λεσβίαιν δὲ δυοῖν,
καὶ ὁπλίταις ἑαυτῶν μὲν διακοσίοις καὶ χιλίοις καὶ τοξόταις
τριακοσίοις καὶ ἱπποτοξόταις εἴκοσι, τῶν δὲ ξυμμάχων καὶ
νησιωτῶν ὁπλίταις μάλιστα πεντακοσίοις καὶ χιλίοις. [5.84.2] οἱ δὲ
Μήλιοι Λακεδαιμονίων μέν εἰσιν ἄποικοι, τῶν δ’ Ἀθηναίων
οὐκ ἤθελον ὑπακούειν ὥσπερ οἱ ἄλλοι νησιῶται, ἀλλὰ τὸ
μὲν πρῶτον οὐδετέρων ὄντες ἡσύχαζον, ἔπειτα ὡς αὐτοὺς
ἠνάγκαζον οἱ Ἀθηναῖοι δῃοῦντες τὴν γῆν, ἐς πόλεμον
φανερὸν κατέστησαν. [5.84.3] στρατοπεδευσάμενοι οὖν ἐς τὴν γῆν
αὐτῶν τῇ παρασκευῇ ταύτῃ οἱ στρατηγοὶ Κλεομήδης τε ὁ
Λυκομήδους καὶ Τεισίας ὁ Τεισιμάχου, πρὶν ἀδικεῖν τι τῆς
γῆς, λόγους πρῶτον ποιησομένους ἔπεμψαν πρέσβεις. οὓς
οἱ Μήλιοι πρὸς μὲν τὸ πλῆθος οὐκ ἤγαγον, ἐν δὲ ταῖς
ἀρχαῖς καὶ τοῖς ὀλίγοις λέγειν ἐκέλευον περὶ ὧν ἥκουσιν.
[5.85.1] οἱ δὲ τῶν Ἀθηναίων πρέσβεις ἔλεγον τοιάδε. «ἐπειδὴ οὐ
πρὸς τὸ πλῆθος οἱ λόγοι γίγνονται, ὅπως δὴ μὴ ξυνεχεῖ
ῥήσει οἱ πολλοὶ ἐπαγωγὰ καὶ ἀνέλεγκτα ἐσάπαξ ἀκούσαντες
ἡμῶν ἀπατηθῶσιν (γιγνώσκομεν γὰρ ὅτι τοῦτο φρονεῖ ἡμῶν
ἡ ἐς τοὺς ὀλίγους ἀγωγή), ὑμεῖς οἱ καθήμενοι ἔτι ἀσφαλέ-
στερον ποιήσατε. καθ’ ἕκαστον γὰρ καὶ μηδ’ ὑμεῖς ἑνὶ
λόγῳ, ἀλλὰ πρὸς τὸ μὴ δοκοῦν ἐπιτηδείως λέγεσθαι εὐθὺς
ὑπολαμβάνοντες κρίνετε. καὶ πρῶτον εἰ ἀρέσκει ὡς λέ-
γομεν εἴπατε.» [5.86.1] οἱ δὲ τῶν Μηλίων ξύνεδροι ἀπεκρίναντο
«ἡ μὲν ἐπιείκεια τοῦ διδάσκειν καθ’ ἡσυχίαν ἀλλήλους
οὐ ψέγεται, τὰ δὲ τοῦ πολέμου παρόντα ἤδη καὶ οὐ μέλ-
λοντα διαφέροντα αὐτοῦ φαίνεται. ὁρῶμεν γὰρ αὐτούς τε
κριτὰς ἥκοντας ὑμᾶς τῶν λεχθησομένων καὶ τὴν τελευτὴν
ἐξ αὐτοῦ κατὰ τὸ εἰκὸς περιγενομένοις μὲν τῷ δικαίῳ καὶ
δι’ αὐτὸ μὴ ἐνδοῦσι πόλεμον ἡμῖν φέρουσαν, πεισθεῖσι δὲ
δουλείαν.»