Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΘΟΥΚΥΔΙΔΗΣ, ΙΣΤΟΡΙΑΙ

ΘΟΥΚ 5.61.1–5.63.4

Αντιδράσεις Αθηναίων και Σπαρτιατών μετά τη σύναψη της ανακωχής Άργους–Σπάρτης
Ο Αλκιβιάδης, αρχηγός πλέον της δημοκρατικής παράταξης της Αθήνας, κατόρθωσε να πείσει τους συμπολίτες του να επιλέξουν, αντί της συμμαχίας με τη Σπάρτη, μια συμμαχία με το Άργος, την Ήλιδα και τη Μαντίνεια. Οι Σπαρτιάτες αντέδρασαν στην πρόθεση των Αργείων να καταλάβουν την Επίδαυρο και έστειλαν ισχυρές δυνάμεις υπό την ηγεσία του βασιλιά Άγη. Ο τελευταίος κατόρθωσε να περικυκλώσει τους αντιπάλους του, αλλά επέλεξε να κλείσει τετράμηνη ανακωχή αντί να τους συντρίψει.

    [5.61.1] Μετὰ δὲ τοῦτο Ἀθηναίων βοηθησάντων χιλίων ὁπλιτῶν
καὶ τριακοσίων ἱππέων, ὧν ἐστρατήγουν Λάχης καὶ Νικό-
στρατος, οἱ Ἀργεῖοι (ὅμως γὰρ τὰς σπονδὰς ὤκνουν λῦσαι
πρὸς τοὺς Λακεδαιμονίους) ἀπιέναι ἐκέλευον αὐτοὺς καὶ πρὸς
τὸν δῆμον οὐ προσῆγον βουλομένους χρηματίσαι, πρὶν δὴ
Μαντινῆς καὶ Ἠλεῖοι (ἔτι γὰρ παρῆσαν) κατηνάγκασαν
δεόμενοι. [5.61.2] καὶ ἔλεγον οἱ Ἀθηναῖοι Ἀλκιβιάδου πρεσβευτοῦ
παρόντος ἔν τε τοῖς Ἀργείοις καὶ ξυμμάχοις ταῦτα, ὅτι οὐκ
ὀρθῶς αἱ σπονδαὶ ἄνευ τῶν ἄλλων ξυμμάχων καὶ γένοιντο,
καὶ νῦν (ἐν καιρῷ γὰρ παρεῖναι σφεῖς) ἅπτεσθαι χρῆναι τοῦ
πολέμου. [5.61.3] καὶ πείσαντες ἐκ τῶν λόγων τοὺς ξυμμάχους
εὐθὺς ἐχώρουν ἐπὶ Ὀρχομενὸν τὸν Ἀρκαδικὸν πάντες πλὴν
Ἀργείων· οὗτοι δὲ ὅμως καὶ πεισθέντες ὑπελείποντο πρῶτον,
ἔπειτα δ’ ὕστερον καὶ οὗτοι ἦλθον. [5.61.4] καὶ προσκαθεζόμενοι
τὸν Ὀρχομενὸν πάντες ἐπολιόρκουν καὶ προσβολὰς ἐποιοῦντο,
βουλόμενοι ἄλλως τε προσγενέσθαι σφίσι καὶ ὅμηροι ἐκ
τῆς Ἀρκαδίας ἦσαν αὐτόθι ὑπὸ Λακεδαιμονίων κείμενοι. [5.61.5] οἱ
δὲ Ὀρχομένιοι δείσαντες τήν τε τοῦ τείχους ἀσθένειαν καὶ
τοῦ στρατοῦ τὸ πλῆθος καί, ὡς οὐδεὶς αὐτοῖς ἐβοήθει, μὴ
προαπόλωνται, ξυνέβησαν ὥστε ξύμμαχοί τε εἶναι καὶ ὁμή-
ρους σφῶν τε αὐτῶν δοῦναι Μαντινεῦσι καὶ οὓς κατέθεντο
Λακεδαιμόνιοι παραδοῦναι. [5.62.1] μετὰ δὲ τοῦτο ἔχοντες ἤδη τὸν
Ὀρχομενὸν ἐβουλεύοντο οἱ ξύμμαχοι ἐφ’ ὅτι χρὴ πρῶτον
ἰέναι τῶν λοιπῶν. καὶ Ἠλεῖοι μὲν ἐπὶ Λέπρεον ἐκέλευον,
Μαντινῆς δὲ ἐπὶ Τεγέαν· καὶ προσέθεντο οἱ Ἀργεῖοι καὶ
Ἀθηναῖοι τοῖς Μαντινεῦσιν. [5.62.2] καὶ οἱ μὲν Ἠλεῖοι ὀργισθέντες
ὅτι οὐκ ἐπὶ Λέπρεον ἐψηφίσαντο ἀνεχώρησαν ἐπ’ οἴκου· οἱ
δὲ ἄλλοι ξύμμαχοι παρεσκευάζοντο ἐν τῇ Μαντινείᾳ ὡς ἐπὶ
Τεγέαν ἰόντες. καί τινες αὐτοῖς καὶ αὐτῶν τῶν ἐν τῇ
πόλει ἐνεδίδοσαν τὰ πράγματα.

    [5.63.1] Λακεδαιμόνιοι δὲ ἐπειδὴ ἀνεχώρησαν ἐξ Ἄργους τὰς
τετραμήνους σπονδὰς ποιησάμενοι, Ἆγιν ἐν μεγάλῃ αἰτίᾳ
εἶχον οὐ χειρωσάμενον σφίσιν Ἄργος, παρασχὸν καλῶς ὡς
οὔπω πρότερον αὐτοὶ ἐνόμιζον· ἁθρόους γὰρ τοσούτους ξυμ-
μάχους καὶ τοιούτους οὐ ῥᾴδιον εἶναι λαβεῖν. [5.63.2] ἐπειδὴ δὲ
καὶ περὶ Ὀρχομενοῦ ἠγγέλλετο ἑαλωκέναι, πολλῷ δὴ μᾶλλον
ἐχαλέπαινον καὶ ἐβούλευον εὐθὺς ὑπ’ ὀργῆς παρὰ τὸν τρόπον
τὸν ἑαυτῶν ὡς χρὴ τήν τε οἰκίαν αὐτοῦ κατασκάψαι καὶ
δέκα μυριάσι δραχμῶν ζημιῶσαι. [5.63.3] ὁ δὲ παρῃτεῖτο μηδὲν
τούτων δρᾶν· ἔργῳ γὰρ ἀγαθῷ ῥύσεσθαι τὰς αἰτίας στρα-
τευσάμενος, ἢ τότε ποιεῖν αὐτοὺς ὅτι βούλονται. [5.63.4] οἱ δὲ
τὴν μὲν ζημίαν καὶ τὴν κατασκαφὴν ἐπέσχον, νόμον δὲ
ἔθεντο ἐν τῷ παρόντι, ὃς οὔπω πρότερον ἐγένετο αὐτοῖς·
δέκα γὰρ ἄνδρας Σπαρτιατῶν προσείλοντο αὐτῷ ξυμβούλους,
ἄνευ ὧν μὴ κύριον εἶναι ἀπάγειν στρατιὰν ἐκ τῆς πόλεως.