Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΘΟΥΚΥΔΙΔΗΣ, ΙΣΤΟΡΙΑΙ

ΘΟΥΚ 5.26.1–5.26.6

Το δεύτερο προοίμιο
Ο ιστορικός παρέθεσε το κείμενο "ειρήνης του Νικία", με την οποία τερματίστηκε την άνοιξη του 421 π.Χ. η πρώτη –όπως αποδείχτηκε στη συνέχεια– περίοδος του Πελοποννησιακού πολέμου. Ωστόσο, οι σύμμαχοι των Λακεδαιμονίων δεν ήταν πρόθυμοι να δεχτούν την ειρήνη που ουσιαστικά τους επέβαλαν αυτοί και ήρθαν σε ρήξη μαζί τους. Οι Λακεδαιμόνιοι συνήψαν τότε συμμαχία για πενήντα χρόνια με τους Αθηναίους. Ύστερα από έξι χρόνια και δέκα μήνες ο πόλεμος ξανάρχισε.

    [5.26.1] Γέγραφε δὲ καὶ ταῦτα ὁ αὐτὸς Θουκυδίδης Ἀθηναῖος
ἑξῆς, ὡς ἕκαστα ἐγένετο, κατὰ θέρη καὶ χειμῶνας, μέχρι οὗ
τήν τε ἀρχὴν κατέπαυσαν τῶν Ἀθηναίων Λακεδαιμόνιοι καὶ
οἱ ξύμμαχοι, καὶ τὰ μακρὰ τείχη καὶ τὸν Πειραιᾶ κατέλαβον.
ἔτη δὲ ἐς τοῦτο τὰ ξύμπαντα ἐγένετο τῷ πολέμῳ ἑπτὰ καὶ
εἴκοσι. [5.26.2] καὶ τὴν διὰ μέσου ξύμβασιν εἴ τις μὴ ἀξιώσει
πόλεμον νομίζειν, οὐκ ὀρθῶς δικαιώσει. τοῖς [τε] γὰρ
ἔργοις ὡς διῄρηται ἀθρείτω, καὶ εὑρήσει οὐκ εἰκὸς ὂν εἰρήνην
αὐτὴν κριθῆναι, ἐν ᾗ οὔτε ἀπέδοσαν πάντα οὔτ’ ἀπεδέξαντο
ἃ ξυνέθεντο, ἔξω τε τούτων πρὸς τὸν Μαντινικὸν καὶ Ἐπι-
δαύριον πόλεμον καὶ ἐς ἄλλα ἀμφοτέροις ἁμαρτήματα ἐγέ-
νοντο καὶ οἱ ἐπὶ Θρᾴκης ξύμμαχοι οὐδὲν ἧσσον πολέμιοι
ἦσαν Βοιωτοί τε ἐκεχειρίαν δεχήμερον ἦγον. [5.26.3] ὥστε ξὺν τῷ
πρώτῳ πολέμῳ τῷ δεκέτει καὶ τῇ μετ’ αὐτὸν ὑπόπτῳ ἀνο-
κωχῇ καὶ τῷ ὕστερον ἐξ αὐτῆς πολέμῳ εὑρήσει τις τοσαῦτα
ἔτη, λογιζόμενος κατὰ τοὺς χρόνους, καὶ ἡμέρας οὐ πολλὰς
παρενεγκούσας, καὶ τοῖς ἀπὸ χρησμῶν τι ἰσχυρισαμένοις
μόνον δὴ τοῦτο ἐχυρῶς ξυμβάν. [5.26.4] αἰεὶ γὰρ ἔγωγε μέμνημαι,
καὶ ἀρχομένου τοῦ πολέμου καὶ μέχρι οὗ ἐτελεύτησε, προ-
φερόμενον ὑπὸ πολλῶν ὅτι τρὶς ἐννέα ἔτη δέοι γενέσθαι
αὐτόν. [5.26.5] ἐπεβίων δὲ διὰ παντὸς αὐτοῦ αἰσθανόμενός τε τῇ
ἡλικίᾳ καὶ προσέχων τὴν γνώμην, ὅπως ἀκριβές τι εἴσομαι·
καὶ ξυνέβη μοι φεύγειν τὴν ἐμαυτοῦ ἔτη εἴκοσι μετὰ τὴν
ἐς Ἀμφίπολιν στρατηγίαν, καὶ γενομένῳ παρ’ ἀμφοτέροις
τοῖς πράγμασι, καὶ οὐχ ἧσσον τοῖς Πελοποννησίων διὰ τὴν
φυγήν, καθ’ ἡσυχίαν τι αὐτῶν μᾶλλον αἰσθέσθαι. [5.26.6] τὴν οὖν
μετὰ τὰ δέκα ἔτη διαφοράν τε καὶ ξύγχυσιν τῶν σπονδῶν
καὶ τὰ ἔπειτα ὡς ἐπολεμήθη ἐξηγήσομαι.