[34.1] Τούτους μὲν οὖν ἀφείλετο τὴν πολιτείαν ὁ δῆμος διὰ
τάχους· ἔτει δ’ ἑβδόμῳ μετὰ τὴν τῶν τετρακοσίων κατά-
λυσιν, ἐπὶ Καλλίου τοῦ Ἀγγελῆθεν ἄρχοντος, γενομένης
τῆς ἐν Ἀργινούσαις ναυμαχίας, πρῶτον μὲν τοὺς δέκα
στρατηγοὺς τοὺς τῇ ναυμαχίᾳ νικῶντας συνέβη κριθῆναι
μιᾷ χειροτονίᾳ πάντας, τοὺς μὲν οὐδὲ συνναυμαχήσαντας,
τοὺς δ’ ἐπ’ ἀλλοτρίας νεὼς σωθέντας, ἐξαπατηθέντος τοῦ
δήμου διὰ τοὺς παροργίσαντας· ἔπειτα βουλομένων Λακε-
δαιμονίων ἐκ Δεκελείας ἀπιέναι καὶ ἐφ’ οἷς ἔχουσιν ἑκά-
τεροι εἰρήνην ἄγειν ἔνιοι μὲν ἐσπούδαζον, τὸ δὲ πλῆθος
οὐχ ὑπήκουσεν ἐξαπατηθέντες ὑπὸ Κλεοφῶντος, ὃς ἐκώ-
λυσε γενέσθαι τὴν εἰρήνην ἐλθὼν εἰς τὴν ἐκκλησίαν με-
θύων καὶ θώρακα ἐνδεδυκώς, οὐ φάσκων ἐπιτρέψειν, ἐὰν
μὴ πάσας ἀφιῶσι Λακεδαιμόνιοι τὰς πόλεις. [34.2] οὐ χρησά-
μενοι δὲ καλῶς τότε τοῖς πράγμασι μετ’ οὐ πολὺν χρόνον
ἔγνωσαν τὴν ἁμαρτίαν. τῷ γὰρ ὕστερον ἔτει ἐπ’ Ἀλεξίου
ἄρχοντος ἠτύχησαν τὴν ἐν Αἰγὸς ποταμοῖς ναυμαχίαν, ἐξ
ἧς συνέβη κύριον γενόμενον τῆς πόλεως Λύσανδρον
καταστῆσαι τοὺς τριάκοντα τρόπῳ τοιῷδε. [34.3] τῆς εἰρήνης
γενομένης αὐτοῖς ἐφ’ ᾧτε πολιτεύσονται τὴν πάτριον
πολιτείαν, οἱ μὲν δημοτικοὶ διασῴζειν ἐπειρῶντο τὸν δῆ-
μον, τῶν δὲ γνωρίμων οἱ μὲν ἐν ταῖς ἑταιρείαις ὄντες καὶ
τῶν φυγάδων οἱ μετὰ τὴν εἰρήνην κατελθόντες ὀλιγαρ-
χίας ἐπεθύμουν, οἱ δ’ ἐν ἑταιρείᾳ μὲν οὐδεμιᾷ συγκαθε-
στῶτες ἄλλως δὲ δοκοῦντες οὐδενὸς ἐπιλείπεσθαι τῶν
πολιτῶν τὴν πάτριον πολιτείαν ἐζήτουν· ὧν ἦν μὲν καὶ
Ἀρχῖνος καὶ Ἄνυτος καὶ Κλειτοφῶν καὶ Φορμίσιος καὶ
ἕτεροι πολλοί, προειστήκει δὲ μάλιστα Θηραμένης. Λυσάν-
δρου δὲ προσθεμένου τοῖς ὀλιγαρχικοῖς καταπλαγεὶς ὁ
δῆμος ἠναγκάσθη χειροτονεῖν τὴν ὀλιγαρχίαν. ἔγραψε δὲ
τὸ ψήφισμα Δρακοντίδης Ἀφιδναῖος.
[35.1] Οἱ μὲν οὖν τριάκοντα τοῦτον τὸν τρόπον κατέστησαν ἐπὶ
Πυθοδώρου ἄρχοντος. γενόμενοι δὲ κύριοι τῆς πόλεως
τὰ μὲν ἄλλα τὰ δόξαντα περὶ τῆς πολιτείας παρεώρων,
πεντακοσίους δὲ βουλευτὰς καὶ τὰς ἄλλας ἀρχὰς κατα-
στήσαντες ἐκ προκρίτων ἐκ τῶν χιλίων, καὶ προσελό-
μενοι σφίσιν αὐτοῖς τοῦ Πειραιέως ἄρχοντας δέκα καὶ τοῦ
δεσμωτηρίου φύλακας ἕνδεκα καὶ μαστιγοφόρους τριακο-
σίους ὑπηρέτας κατεῖχον τὴν πόλιν δι’ ἑαυτῶν. [35.2] τὸ μὲν
οὖν πρῶτον μέτριοι τοῖς πολίταις ἦσαν καὶ προσεποιοῦντο
διοικεῖν τὴν πάτριον πολιτείαν, καὶ τούς τ’ Ἐφιάλτου καὶ
Ἀρχεστράτου νόμους τοὺς περὶ τῶν Ἀρεοπαγιτῶν καθεῖ-
λον ἐξ Ἀρείου πάγου καὶ τῶν Σόλωνος θεσμῶν ὅσοι
διαμφισβητήσεις εἶχον, καὶ τὸ κῦρος ὃ ἦν ἐν τοῖς δικα-
σταῖς κατέλυσαν, ὡς ἐπανορθοῦντες καὶ ποιοῦντες ἀναμ-
φισβήτητον τὴν πολιτείαν· οἷον περὶ τοῦ δοῦναι τὰ
ἑαυτοῦ ᾧ ἂν ἐθέλῃ κύριον ποιήσαντες καθάπαξ, τὰς δὲ
προσούσας δυσκολίας «ἐὰν μὴ μανιῶν ἢ γηρῶν ἢ γυναικὶ
πιθόμενος» ἀφεῖλον, ὅπως μὴ ᾖ τοῖς συκοφάνταις ἔφοδος·
[35.3] ὁμοίως δὲ τοῦτ’ ἔδρων καὶ ἐπὶ τῶν ἄλλων. κατ’ ἀρχὰς μὲν
οὖν ταῦτ’ ἐποίουν καὶ τοὺς συκοφάντας καὶ τοὺς τῷ δήμῳ
πρὸς χάριν ὁμιλοῦντας παρὰ τὸ βέλτιστον καὶ κακοπράγ-
μονας ὄντας καὶ πονηροὺς ἀνῄρουν, ἐφ’ οἷς ἔχαιρον ἡ
πόλις γιγνομένοις, ἡγούμενοι τοῦ βελτίστου χάριν ποιεῖν
αὐτούς. [35.4] ἐπεὶ δὲ τὴν πόλιν ἐγκρατέστερον ἔσχον, οὐδενὸς
ἀπείχοντο τῶν πολιτῶν, ἀλλ’ ἀπέκτειναν τοὺς καὶ ταῖς
οὐσίαις καὶ τῷ γένει καὶ τοῖς ἀξιώμασιν προέχοντας, ὑπεξ-
αιρούμενοί τε τὸν φόβον καὶ βουλόμενοι τὰς οὐσίας διαρ-
πάζειν· καὶ χρόνου διαπεσόντος βραχέος οὐκ ἐλάττους
ἀνῃρήκεσαν ἢ χιλίους πεντακοσίους.
[36.1] Οὕτως δὲ τῆς πόλεως ὑποφερομένης Θηραμένης ἀγανα-
κτῶν ἐπὶ τοῖς γιγνομένοις τῆς μὲν ἀσελγείας αὐτοῖς παρῄ-
νει παύσασθαι, μεταδοῦναι δὲ τῶν πραγμάτων τοῖς βελτί-
στοις. οἱ δὲ πρῶτον ἐναντιωθέντες, ἐπεὶ διεσπάρησαν οἱ
λόγοι πρὸς τὸ πλῆθος καὶ πρὸς τὸν Θηραμένην οἰκείως
εἶχον οἱ πολλοί, φοβηθέντες μὴ προστάτης γενόμενος τοῦ
δήμου καταλύσῃ τὴν δυναστείαν καταλέγουσιν τῶν πολι-
τῶν τρισχιλίους ὡς μεταδώσοντες τῆς πολιτείας. [36.2] Θηρα-
μένης δὲ πάλιν ἐπιτιμᾷ καὶ τούτοις, πρῶτον μὲν ὅτι βου-
λόμενοι μεταδοῦναι τοῖς ἐπιεικέσι τρισχιλίοις μόνοις μετα-
διδόασι, ὡς ἐν τούτῳ τῷ πλήθει τῆς ἀρετῆς ὡρισμένης,
ἔπειθ’ ὅτι δύο τὰ ἐναντιώτατα ποιοῦσιν, βίαιόν τε τὴν
ἀρχὴν καὶ τῶν ἀρχομένων ἥττω κατασκευάζοντες. οἱ δὲ
τούτων μὲν ὠλιγώρησαν, τὸν δὲ κατάλογον τῶν τρισχιλίων
πολὺν μὲν χρόνον ὑπερεβάλλοντο καὶ παρ’ αὑτοῖς ἐφύ-
λαττον τοὺς ἐγνωσμένους, ὅτε δὲ καὶ δόξειεν αὐτοῖς ἐκ-
φέρειν τοὺς μὲν ἐξήλειφον τῶν <ἐγ>γεγραμμένων, τοὺς
δ’ ἀντενέγραφον τῶν ἔξωθεν.
[37.1] Ἤδη δὲ τοῦ χειμῶνος ἐνεστῶτος, καταλαβόντος Θρασυ-
βούλου μετὰ τῶν φυγάδων Φυλήν, καὶ κατὰ τὴν στρατιὰν
ἣν ἐξήγαγον οἱ τριάκοντα κακῶς ἀποχωρήσαντες, ἔγνω-
σαν τῶν μὲν ἄλλων τὰ ὅπλα παρελέσθαι, Θηραμένην δὲ
διαφθεῖραι τόνδε <τὸν> τρόπον. νόμους εἰσήνεγκαν εἰς
τὴν βουλὴν δύο κελεύοντες ἐπιχειροτονεῖν, ὧν ὁ μὲν εἷς
αὐτοκράτορας ἐποίει τοὺς τριάκοντα τῶν πολιτῶν ἀπο-
κτεῖναι τοὺς μὴ τοῦ καταλόγου μετέχοντας τῶν τρισχι-
λίων, ὁ δ’ ἕτερος ἐκώλυε κοινωνεῖν τῆς παρούσης πολιτείας
ὅσοι τυγχάνουσιν τὸ ἐν Ἠετιωνείᾳ τεῖχος κατασκάψαντες
ἢ τοῖς τετρακοσίοις ἐναντίον τι πράξαντες [[ἢ]] τοῖς κατα-
σκευάσασι τὴν προτέραν ὀλιγαρχίαν· ὧν ἐτύγχανεν ἀμφοτέ-
ρων κεκοινωνηκὼς ὁ Θηραμένης, ὥστε συνέβαινεν ἐπι-
κυρωθέντων τῶν νόμων ἔξω τε γίγνεσθαι τῆς πολιτείας
αὐτὸν καὶ τοὺς τριάκοντα κυρίους εἶναι θανατοῦντας.
[37.2] ἀναιρεθέντος δὲ Θηραμένους τά τε ὅπλα παρείλοντο πάν-
των πλὴν τῶν τρισχιλίων καὶ ἐν τοῖς ἄλλοις πολὺ πρὸς
ὠμότητα καὶ πονηρίαν ἐπέδοσαν. πρέσβεις <δὲ> πέμψαν-
τες εἰς Λακεδαίμονα τοῦ τε Θηραμένους κατηγόρουν καὶ
βοηθεῖν αὑτοῖς ἠξίουν· ὧν ἀκούσαντες οἱ Λακεδαιμόνιοι
Καλλίβιον ἀπέστειλαν ἁρμοστὴν καὶ στρατιώτας ὡς ἑπτα-
κοσίους, οἳ τὴν ἀκρόπολιν ἐλθόντες ἐφρούρουν.
[38.1] Μετὰ δὲ ταῦτα καταλαβόντων τῶν ἀπὸ Φυλῆς τὴν Μου-
νιχίαν καὶ νικησάντων μάχῃ τοὺς μετὰ τῶν τριάκοντα
βοηθήσαντας, ἐπαναχωρήσαντες μετὰ τὸν κίνδυνον οἱ ἐκ
τοῦ ἄστεως καὶ συναθροισθέντες εἰς τὴν ἀγορὰν τῇ ὑστε-
ραίᾳ τοὺς μὲν τριάκοντα κατέλυσαν, αἱροῦνται δὲ δέκα τῶν
πολιτῶν αὐτοκράτορας ἐπὶ τὴν τοῦ πολέμου κατάλυσιν. οἱ δὲ
παραλαβόντες τὴν ἀρχὴν ἐφ’ οἷς μὲν ᾑρέθησαν οὐκ ἔπρατ-
τον, ἔπεμπον δ’ εἰς Λακεδαίμονα βοήθειαν μεταπεμπό-
μενοι καὶ χρήματα δανειζόμενοι. [38.2] χαλεπῶς δὲ φερόντων
ἐπὶ τούτοις τῶν ἐν τῇ πολιτείᾳ, φοβούμενοι μὴ καταλυθῶ-
σιν τῆς ἀρχῆς καὶ βουλόμενοι καταπλῆξαι τοὺς ἄλλους
(ὅπερ ἐγένετο), συλλαβόντες Δημάρετον οὐδενὸς ὄντα
δεύτερον τῶν πολιτῶν ἀπέκτειναν, καὶ τὰ πράγματα βεβαί-
ως εἶχον, συναγωνιζομένου Καλλιβίου τε καὶ τῶν Πελο-
ποννησίων τῶν παρόντων καὶ πρὸς τούτοις ἐνίων τῶν ἐν
τοῖς ἱππεῦσι· τούτων γάρ τινες μάλιστα τῶν πολιτῶν
ἐσπούδαζον μὴ κατελθεῖν τοὺς ἀπὸ Φυλῆς. [38.3] ὡς δ’ οἱ τὸν
Πειραιέα καὶ τὴν Μουνιχίαν ἔχοντες, ἀποστάντος ἅπαντος
τοῦ δήμου πρὸς αὐτούς, ἐπεκράτουν τῷ πολέμῳ, τότε κατα-
λύσαντες τοὺς δέκα τοὺς πρώτους αἱρεθέντας ἄλλους εἵ-
λοντο δέκα τοὺς βελτίστους εἶναι δοκοῦντας, ἐφ’ ὧν συνέβη
καὶ τὰς διαλύσεις γενέσθαι καὶ κατελθεῖν τὸν δῆμον,
συναγωνιζομένων καὶ προθυμουμένων τούτων. προει-
στήκεσαν δ’ αὐτῶν μάλιστα Ῥίνων τε ὁ Παιανιεὺς καὶ
Φάυλλος ὁ Ἀχερδούσιος· οὗτοι γὰρ πρίν τε Παυσανίαν
ἀφικέσθαι διεπέμποντο πρὸς τοὺς ἐν Πειραιεῖ καὶ
ἀφικομένου συνεσπούδασαν τὴν κάθοδον. [38.4] ἐπὶ πέρας γὰρ
ἤγαγε τὴν εἰρήνην καὶ τὰς διαλύσεις Παυσανίας ὁ τῶν
Λακεδαιμονίων βασιλεὺς μετὰ τῶν δέκα διαλλακτῶν τῶν
ὕστερον ἀφικομένων ἐκ Λακεδαίμονος, οὓς αὐτὸς ἐσπού-
δασεν ἐλθεῖν. οἱ δὲ περὶ τὸν Ῥίνωνα διά τε τὴν εὔνοιαν
τὴν εἰς τὸν δῆμον ἐπῃνέθησαν, καὶ λαβόντες τὴν ἐπιμέ-
λειαν ἐν ὀλιγαρχίᾳ τὰς εὐθύνας ἔδοσαν ἐν δημοκρατίᾳ, καὶ
οὐδεὶς οὐδὲν ἐνεκάλεσεν αὐτοῖς οὔτε τῶν ἐν ἄστει μεινάν-
των οὔτε τῶν ἐκ Πειραιέως κατελθόντων, ἀλλὰ διὰ ταῦτα
καὶ στρατηγὸς εὐθὺς ᾑρέθη Ῥίνων.
[39.1] Ἐγένοντο δ’ αἱ διαλύσεις ἐπ’ Εὐκλείδου ἄρχοντος κατὰ
τὰς συνθήκας τάσδε. τοὺς βουλομένους Ἀθηναίων τῶν
ἐν ἄστει μεινάντων ἐξοικεῖν ἔχειν Ἐλευσῖνα ἐπιτίμους
ὄντας καὶ κυρίους καὶ αὐτοκράτορας ἑαυτῶν καὶ τὰ αὑτῶν
καρπουμένους. [39.2] τὸ δ’ ἱερὸν εἶναι κοινὸν ἀμφοτέρων, ἐπι-
μελεῖσθαι δὲ Κήρυκας καὶ Εὐμολπίδας κατὰ τὰ πάτρια.
μὴ ἐξεῖναι δὲ μήτε τοῖς Ἐλευσινόθεν εἰς τὸ ἄστυ μήτε τοῖς
ἐκ τοῦ ἄστεως Ἐλευσῖνάδε ἰέναι πλὴν μυστηρίοις ἑκατέ-
ρους. συντελεῖν δὲ ἀπὸ τῶν προσιόντων εἰς τὸ συμμαχι-
κὸν καθάπερ τοὺς ἄλλους Ἀθηναίους. [39.3] ἐὰν δέ τινες τῶν
ἀπιόντων οἰκίαν λαμβάνωσιν Ἐλευσῖνι, συμπείθειν τὸν
κεκτημένον· ἐὰν δὲ μὴ συμβαίνωσιν ἀλλήλοις, τιμητὰς
ἑλέσθαι τρεῖς ἑκάτερον, καὶ ἥντιν’ ἂν οὗτοι τάξωσιν τιμὴν
λαμβάνειν. Ἐλευσινίων δὲ συνοικεῖν οὓς ἂν οὗτοι βού-
λωνται. [39.4] τὴν δ’ ἀπογραφὴν εἶναι τοῖς βουλομένοις ἐξοι-
κεῖν, τοῖς μὲν ἐπιδημοῦσιν ἀφ’ ἧς ἂν ὀμόσωσιν τοὺς ὅρ-
κους δέκα ἡμερῶν, τὴν δ’ ἐξοίκησιν εἴκοσι, τοῖς δ’ ἀπο-
δημοῦσιν ἐπειδὰν ἐπιδημήσωσιν κατὰ ταὐτά. [39.5] μὴ ἐξεῖναι
δὲ ἄρχειν μηδεμίαν ἀρχὴν τῶν ἐν τῷ ἄστει τὸν
Ἐλευσῖνι κατοικοῦντα, πρὶν ἂν ἀπογράψηται πάλιν ἐν
τῷ ἄστει κατοικεῖν. τὰς δὲ δίκας τοῦ φόνου εἶναι
κατὰ τὰ πάτρια, εἴ τίς τινα αὐτοχειρίᾳ ἀπέκτεινεν ἢ ἔτρωσεν.
[39.6] τῶν δὲ παρεληλυθότων μηδενὶ πρὸς μηδένα μνησικακεῖν
ἐξεῖναι πλὴν πρὸς τοὺς τριάκοντα καὶ τοὺς δέκα καὶ τοὺς
ἕνδεκα καὶ τοὺς τοῦ Πειραιέως ἄρξαντας, μηδὲ πρὸς τού-
τους, ἐὰν διδῶσιν εὐθύνας. εὐθύνας δὲ δοῦναι τοὺς μὲν
ἐν Πειραιεῖ ἄρξαντας ἐν τοῖς ἐν Πειραιεῖ, τοὺς δ’ ἐν τῷ
ἄστει ἐν τοῖς τὰ τιμήματα παρεχομένοις. εἶθ’ οὕτως
ἐξοικεῖν τοὺς μὴ ἐθέλοντας. τὰ δὲ χρήματα ἃ ἐδανείσαντο
εἰς τὸν πόλεμον ἑκατέρους ἀποδοῦναι χωρίς.
|