Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΘΟΥΚΥΔΙΔΗΣ, ΙΣΤΟΡΙΑΙ

ΘΟΥΚ 5.13.1–5.15.2

Οι λόγοι που οδήγησαν στη Νικίειο ειρήνη
Μετά τις επιτυχίες των Σπαρτιατών σε ανατολική Μακεδονία και Θράκη, οι Αθηναίοι ήταν πρόθυμοι να δεχτούν τις προτάσεις τους για ανακωχή. Ενώ όμως αυτή συνομολογήθηκε για έναν χρόνο (Μάρτιος 423 π.Χ.), ο Βρασίδας και ο Κλέωνας την υπονόμευαν εξαιτίας των προσωπικών τους φιλοδοξιών. Με το τέλος της ο Κλέωνας υποσχέθηκε την ανακατάληψη της Αμφιπόλεως, ωστόσο τόσο ο ίδιος όσο και ο Βρασίδας σκοτώθηκαν στην μάχη που έγινε εκεί τον Οκτώβριο του 422 π.Χ. Όταν έγινε η μάχη, το εκστρατευτικό σώμα με επικεφαλής τον Ραμφία, που είχαν στείλει οι Λακεδαιμόνιοι προς ενίσχυση του Βρασίδα, βρισκόταν στη Στερεά Ελλάδα.

    [5.13.1] Τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος εὐθὺς μέχρι μὲν Πιερίου
τῆς Θεσσαλίας διῆλθον οἱ περὶ τὸν Ῥαμφίαν, κωλυόντων
δὲ τῶν Θεσσαλῶν καὶ ἅμα Βρασίδου τεθνεῶτος, ᾧπερ ἦγον
τὴν στρατιάν, ἀπετράποντο ἐπ’ οἴκου, νομίσαντες οὐδένα
καιρὸν ἔτι εἶναι τῶν τε Ἀθηναίων ἥσσῃ ἀπεληλυθότων καὶ
οὐκ ἀξιόχρεων αὐτῶν ὄντων δρᾶν τι ὧν κἀκεῖνος ἐπενόει.
[5.13.2] μάλιστα δὲ ἀπῆλθον εἰδότες τοὺς Λακεδαιμονίους, ὅτε ἐξ-
ῇσαν, πρὸς τὴν εἰρήνην μᾶλλον τὴν γνώμην ἔχοντας.
[5.14.1] ξυνέβη τε εὐθὺς μετὰ τὴν ἐν Ἀμφιπόλει μάχην καὶ τὴν
Ῥαμφίου ἀναχώρησιν ἐκ Θεσσαλίας ὥστε πολέμου μὲν
μηδὲν ἔτι ἅψασθαι μηδετέρους, πρὸς δὲ τὴν εἰρήνην μᾶλλον
τὴν γνώμην εἶχον, οἱ μὲν Ἀθηναῖοι πληγέντες ἐπί τε τῷ
Δηλίῳ καὶ δι’ ὀλίγου αὖθις ἐν Ἀμφιπόλει, καὶ οὐκ ἔχοντες
τὴν ἐλπίδα τῆς ῥώμης πιστὴν ἔτι, ᾗπερ οὐ προσεδέχοντο
πρότερον τὰς σπονδάς, δοκοῦντες τῇ παρούσῃ εὐτυχίᾳ καθυ-
πέρτεροι γενήσεσθαι· [5.14.2] καὶ τοὺς ξυμμάχους ἅμα ἐδέδισαν
σφῶν μὴ διὰ τὰ σφάλματα ἐπαιρόμενοι ἐπὶ πλέον ἀποστῶσι,
μετεμέλοντό τε ὅτι μετὰ τὰ ἐν Πύλῳ καλῶς παρασχὸν οὐ
ξυνέβησαν· [5.14.3] οἱ δ’ αὖ Λακεδαιμόνιοι παρὰ γνώμην μὲν ἀπο-
βαίνοντος σφίσι τοῦ πολέμου, ἐν ᾧ ᾤοντο ὀλίγων ἐτῶν
καθαιρήσειν τὴν τῶν Ἀθηναίων δύναμιν, εἰ τὴν γῆν τέμνοιεν,
περιπεσόντες δὲ τῇ ἐν τῇ νήσῳ ξυμφορᾷ, οἵα οὔπω ἐγεγένητο
τῇ Σπάρτῃ, καὶ λῃστευομένης τῆς χώρας ἐκ τῆς Πύλου καὶ
Κυθήρων, αὐτομολούντων τε τῶν Εἱλώτων καὶ αἰεὶ προσ-
δοκίας οὔσης μή τι καὶ οἱ ὑπομένοντες τοῖς ἔξω πίσυνοι
πρὸς τὰ παρόντα σφίσιν ὥσπερ καὶ πρότερον νεωτερίσωσιν.
[5.14.4] ξυνέβαινε δὲ καὶ πρὸς τοὺς Ἀργείους αὐτοῖς τὰς τριακοντού-
τεις σπονδὰς ἐπ’ ἐξόδῳ εἶναι, καὶ ἄλλας οὐκ ἤθελον σπένδε-
σθαι οἱ Ἀργεῖοι εἰ μή τις αὐτοῖς τὴν Κυνουρίαν γῆν ἀπο-
δώσει, ὥστ’ ἀδύνατα εἶναι ἐφαίνετο Ἀργείοις καὶ Ἀθηναίοις
ἅμα πολεμεῖν. τῶν τε ἐν Πελοποννήσῳ πόλεων ὑπώπτευόν
τινας ἀποστήσεσθαι πρὸς τοὺς Ἀργείους· ὅπερ καὶ ἐγένετο.

    [5.15.1] Ταῦτ’ οὖν ἀμφοτέροις αὐτοῖς λογιζομένοις ἐδόκει ποιητέα
εἶναι ἡ ξύμβασις, καὶ οὐχ ἧσσον τοῖς Λακεδαιμονίοις, ἐπι-
θυμίᾳ τῶν ἀνδρῶν τῶν ἐκ τῆς νήσου κομίσασθαι· ἦσαν γὰρ
οἱ Σπαρτιᾶται αὐτῶν πρῶτοί τε καὶ †ὁμοίως† σφίσι ξυγ-
γενεῖς. [5.15.2] ἤρξαντο μὲν οὖν καὶ εὐθὺς μετὰ τὴν ἅλωσιν αὐτῶν
πράσσειν, ἀλλ’ οἱ Ἀθηναῖοι οὔπως ἤθελον, εὖ φερόμενοι,
ἐπὶ τῇ ἴσῃ καταλύεσθαι. σφαλέντων δὲ αὐτῶν ἐπὶ τῷ
Δηλίῳ παραχρῆμα οἱ Λακεδαιμόνιοι, γνόντες νῦν μᾶλλον
ἂν ἐνδεξαμένους, ποιοῦνται τὴν ἐνιαύσιον ἐκεχειρίαν, ἐν ᾗ
ἔδει ξυνιόντας καὶ περὶ τοῦ πλέονος χρόνου βουλεύεσθαι.