Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΘΟΥΚΥΔΙΔΗΣ, ΙΣΤΟΡΙΑΙ

ΘΟΥΚ 4.21.1–4.23.2

Οι Αθηναίοι απορρίπτουν τις προτάσεις για ειρήνη
Κατά τη διάρκεια της ανακωχής που συνομολογήθηκε ανάμεσα σε Αθηναίους και Σπαρτιάτες μετά τον αποκλεισμό της σπαρτιατικής φρουράς στη Σφακτηρία (βλ. ΘΟΥΚ 4.15.1–4.16.3), Σπαρτιάτες απεσταλμένοι έφτασαν στην Αθήνα προτείνοντας ειρήνη και συμμαχία. Ως αντάλλαγμα ζήτησαν την απελευθέρωση των αποκλεισμένων και πολιορκούμενων στρατιωτών.

    [4.21.1] Οἱ μὲν οὖν Λακεδαιμόνιοι τοσαῦτα εἶπον, νομίζοντες τοὺς
Ἀθηναίους ἐν τῷ πρὶν χρόνῳ σπονδῶν μὲν ἐπιθυμεῖν, σφῶν
δὲ ἐναντιουμένων κωλύεσθαι, διδομένης δὲ εἰρήνης ἀσμένους
δέξεσθαί τε καὶ τοὺς ἄνδρας ἀποδώσειν. [4.21.2] οἱ δὲ τὰς μὲν
σπονδάς, ἔχοντες τοὺς ἄνδρας ἐν τῇ νήσῳ, ἤδη σφίσιν
ἐνόμιζον ἑτοίμους εἶναι, ὁπόταν βούλωνται ποιεῖσθαι πρὸς
αὐτούς, τοῦ δὲ πλέονος ὠρέγοντο. [4.21.3] μάλιστα δὲ αὐτοὺς
ἐνῆγε Κλέων ὁ Κλεαινέτου, ἀνὴρ δημαγωγὸς κατ’ ἐκεῖνον
τὸν χρόνον ὢν καὶ τῷ πλήθει πιθανώτατος· καὶ ἔπεισεν
ἀποκρίνασθαι ὡς χρὴ τὰ μὲν ὅπλα καὶ σφᾶς αὐτοὺς τοὺς ἐν
τῇ νήσῳ παραδόντας πρῶτον κομισθῆναι Ἀθήναζε, ἐλθόντων
δὲ ἀποδόντας Λακεδαιμονίους Νίσαιαν καὶ Πηγὰς καὶ
Τροιζῆνα καὶ Ἀχαΐαν, ἃ οὐ πολέμῳ ἔλαβον, ἀλλ’ ἀπὸ τῆς
προτέρας ξυμβάσεως Ἀθηναίων ξυγχωρησάντων κατὰ ξυμ-
φορὰς καὶ ἐν τῷ τότε δεομένων τι μᾶλλον σπονδῶν, κομί-
σασθαι τοὺς ἄνδρας καὶ σπονδὰς ποιήσασθαι ὁπόσον ἂν
δοκῇ χρόνον ἀμφοτέροις. [4.22.1] οἱ δὲ πρὸς μὲν τὴν ἀπόκρισιν
οὐδὲν ἀντεῖπον, ξυνέδρους δὲ σφίσιν ἐκέλευον ἑλέσθαι οἵτινες
λέγοντες καὶ ἀκούοντες περὶ ἑκάστου ξυμβήσονται κατὰ
ἡσυχίαν ὅτι ἂν πείθωσιν ἀλλήλους. [4.22.2] Κλέων δὲ ἐνταῦθα δὴ
πολὺς ἐνέκειτο, λέγων γιγνώσκειν μὲν καὶ πρότερον οὐδὲν
ἐν νῷ ἔχοντας δίκαιον αὐτούς, σαφὲς δ’ εἶναι καὶ νῦν,
οἵτινες τῷ μὲν πλήθει οὐδὲν ἐθέλουσιν εἰπεῖν, ὀλίγοις δὲ
ἀνδράσι ξύνεδροι βούλονται γίγνεσθαι· ἀλλὰ εἴ τι ὑγιὲς
διανοοῦνται, λέγειν ἐκέλευσεν ἅπασιν. [4.22.3] ὁρῶντες δὲ οἱ
Λακεδαιμόνιοι οὔτε σφίσιν οἷόν τε ὂν ἐν πλήθει εἰπεῖν, εἴ
τι καὶ ὑπὸ τῆς ξυμφορᾶς ἐδόκει αὐτοῖς ξυγχωρεῖν, μὴ ἐς
τοὺς ξυμμάχους διαβληθῶσιν εἰπόντες καὶ οὐ τυχόντες, οὔτε
τοὺς Ἀθηναίους ἐπὶ μετρίοις ποιήσοντας ἃ προὐκαλοῦντο,
ἀνεχώρησαν ἐκ τῶν Ἀθηνῶν ἄπρακτοι. [4.23.1] ἀφικομένων δὲ
αὐτῶν διελέλυντο εὐθὺς αἱ σπονδαὶ αἱ περὶ Πύλον, καὶ τὰς
ναῦς οἱ Λακεδαιμόνιοι ἀπῄτουν, καθάπερ ξυνέκειτο· οἱ δ’
Ἀθηναῖοι ἐγκλήματα ἔχοντες ἐπιδρομήν τε τῷ τειχίσματι
παράσπονδον καὶ ἄλλα οὐκ ἀξιόλογα δοκοῦντα εἶναι οὐκ
ἀπεδίδοσαν, ἰσχυριζόμενοι ὅτι δὴ εἴρητο, ἐὰν καὶ ὁτιοῦν
παραβαθῇ, λελύσθαι τὰς σπονδάς. οἱ δὲ Λακεδαιμόνιοι
ἀντέλεγόν τε καὶ ἀδίκημα ἐπικαλέσαντες τὸ τῶν νεῶν
ἀπελθόντες ἐς πόλεμον καθίσταντο. [4.23.2] καὶ τὰ περὶ Πύλον
ὑπ’ ἀμφοτέρων κατὰ κράτος ἐπολεμεῖτο, Ἀθηναῖοι μὲν δυοῖν
νεοῖν ἐναντίαιν αἰεὶ τὴν νῆσον περιπλέοντες τῆς ἡμέρας
(τῆς δὲ νυκτὸς καὶ ἅπασαι περιώρμουν, πλὴν τὰ πρὸς τὸ
πέλαγος, ὁπότε ἄνεμος εἴη· καὶ ἐκ τῶν Ἀθηνῶν αὐτοῖς
εἴκοσι νῆες ἀφίκοντο ἐς τὴν φυλακήν, ὥστε αἱ πᾶσαι
ἑβδομήκοντα ἐγένοντο), Πελοποννήσιοι δὲ ἔν τε τῇ ἠπείρῳ
στρατοπεδευόμενοι καὶ προσβολὰς ποιούμενοι τῷ τείχει,
σκοποῦντες καιρὸν εἴ τις παραπέσοι ὥστε τοὺς ἄνδρας
σῶσαι.