[3.76.1] Τῆς δὲ στάσεως ἐν τούτῳ οὔσης τετάρτῃ ἢ πέμπτῃ ἡμέρᾳ
μετὰ τὴν τῶν ἀνδρῶν ἐς τὴν νῆσον διακομιδὴν αἱ ἐκ τῆς
Κυλλήνης Πελοποννησίων νῆες, μετὰ τὸν ἐκ τῆς Ἰωνίας
πλοῦν ἔφορμοι οὖσαι, παραγίγνονται τρεῖς καὶ πεντήκοντα·
ἦρχε δὲ αὐτῶν Ἀλκίδας, ὅσπερ καὶ πρότερον, καὶ Βρασίδας
αὐτῷ ξύμβουλος ἐπέπλει. ὁρμισάμενοι δὲ ἐς Σύβοτα λιμένα
[3.77.1] τῆς ἠπείρου ἅμα ἕῳ ἐπέπλεον τῇ Κερκύρᾳ. [3.77.1] οἱ δὲ πολλῷ
θορύβῳ καὶ πεφοβημένοι τά τ’ ἐν τῇ πόλει καὶ τὸν ἐπίπλουν
παρεσκευάζοντό τε ἅμα ἑξήκοντα ναῦς καὶ τὰς αἰεὶ πληρου-
μένας ἐξέπεμπον πρὸς τοὺς ἐναντίους, παραινούντων Ἀθηναίων
σφᾶς τε ἐᾶσαι πρῶτον ἐκπλεῦσαι καὶ ὕστερον πάσαις ἅμα
ἐκείνους ἐπιγενέσθαι. [3.77.2] ὡς δὲ αὐτοῖς πρὸς τοῖς πολεμίοις
ἦσαν σποράδες αἱ νῆες, δύο μὲν εὐθὺς ηὐτομόλησαν, ἐν
ἑτέραις δὲ ἀλλήλοις οἱ ἐμπλέοντες ἐμάχοντο, ἦν δὲ οὐδεὶς
κόσμος τῶν ποιουμένων. [3.77.3] ἰδόντες δὲ οἱ Πελοποννήσιοι τὴν
ταραχὴν εἴκοσι μὲν ναυσὶ πρὸς τοὺς Κερκυραίους ἐτάξαντο,
ταῖς δὲ λοιπαῖς πρὸς τὰς δώδεκα ναῦς τῶν Ἀθηναίων, ὧν
ἦσαν αἱ δύο Σαλαμινία καὶ Πάραλος. [3.78.1] καὶ οἱ μὲν Κερκυραῖοι
κακῶς τε καὶ κατ’ ὀλίγας προσπίπτοντες ἐταλαιπώρουν τὸ
καθ’ αὑτούς· οἱ δ’ Ἀθηναῖοι φοβούμενοι τὸ πλῆθος καὶ τὴν
περικύκλωσιν ἁθρόαις μὲν οὐ προσέπιπτον οὐδὲ κατὰ μέσον
ταῖς ἐφ’ ἑαυτοὺς τεταγμέναις, προσβαλόντες δὲ κατὰ κέρας
καταδύουσι μίαν ναῦν. καὶ μετὰ ταῦτα κύκλον ταξαμένων
αὐτῶν περιέπλεον καὶ ἐπειρῶντο θορυβεῖν. [3.78.2] γνόντες δὲ οἱ
πρὸς τοῖς Κερκυραίοις καὶ δείσαντες μὴ ὅπερ ἐν Ναυπάκτῳ
γένοιτο, ἐπιβοηθοῦσι, καὶ γενόμεναι ἁθρόαι αἱ νῆες ἅμα τὸν
ἐπίπλουν τοῖς Ἀθηναίοις ἐποιοῦντο. [3.78.3] οἱ δ’ ὑπεχώρουν ἤδη
πρύμναν κρουόμενοι καὶ ἅμα τὰς τῶν Κερκυραίων ἐβούλοντο
προκαταφυγεῖν ὅτι μάλιστα, ἑαυτῶν σχολῇ τε ὑποχωρούντων
καὶ πρὸς σφᾶς τεταγμένων τῶν ἐναντίων.
|