Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΘΟΥΚΥΔΙΔΗΣ, ΙΣΤΟΡΙΑΙ

ΘΟΥΚ 3.72.2–3.74.3

(ΘΟΥΚ 3.69.1–3.81.5: Η εμφύλια διαμάχη στην Κέρκυρα) Επίθεση των ολιγαρχικών – Γενίκευση της σύρραξης και νίκη των δημοκρατικών

    [3.72.2] Ἐν δὲ τούτῳ τῶν Κερκυραίων οἱ ἔχοντες τὰ πράγματα
ἐλθούσης τριήρους Κορινθίας καὶ Λακεδαιμονίων πρέσβεων
ἐπιτίθενται τῷ δήμῳ, καὶ μαχόμενοι ἐνίκησαν. [3.72.3] ἀφικομένης
δὲ νυκτὸς ὁ μὲν δῆμος ἐς τὴν ἀκρόπολιν καὶ τὰ μετέωρα τῆς
πόλεως καταφεύγει καὶ αὐτοῦ ξυλλεγεὶς ἱδρύθη, καὶ τὸν
Ὑλλαϊκὸν λιμένα εἶχον· οἱ δὲ τήν τε ἀγορὰν κατέλαβον,
οὗπερ οἱ πολλοὶ ᾤκουν αὐτῶν, καὶ τὸν λιμένα τὸν πρὸς
αὐτῇ καὶ πρὸς τὴν ἤπειρον. [3.73.1] τῇ δ’ ὑστεραίᾳ ἠκροβολίσαντό
τε ὀλίγα καὶ ἐς τοὺς ἀγροὺς περιέπεμπον ἀμφότεροι, τοὺς
δούλους παρακαλοῦντές τε καὶ ἐλευθερίαν ὑπισχνούμενοι·
καὶ τῷ μὲν δήμῳ τῶν οἰκετῶν τὸ πλῆθος παρεγένετο ξύμ-
μαχον, τοῖς δ’ ἑτέροις ἐκ τῆς ἠπείρου ἐπίκουροι ὀκτακόσιοι.
[3.74.1] διαλιπούσης δ’ ἡμέρας μάχη αὖθις γίγνεται καὶ νικᾷ ὁ δῆμος
χωρίων τε ἰσχύι καὶ πλήθει προὔχων· αἵ τε γυναῖκες αὐτοῖς
τολμηρῶς ξυνεπελάβοντο βάλλουσαι ἀπὸ τῶν οἰκιῶν τῷ κε-
ράμῳ καὶ παρὰ φύσιν ὑπομένουσαι τὸν θόρυβον. [3.74.2] γενομένης
δὲ τῆς τροπῆς περὶ δείλην ὀψίαν, δείσαντες οἱ ὀλίγοι μὴ
αὐτοβοεὶ ὁ δῆμος τοῦ τε νεωρίου κρατήσειεν ἐπελθὼν καὶ
σφᾶς διαφθείρειεν, ἐμπιπρᾶσι τὰς οἰκίας τὰς ἐν κύκλῳ τῆς
ἀγορᾶς καὶ τὰς ξυνοικίας, ὅπως μὴ ᾖ ἔφοδος, φειδόμενοι
οὔτε οἰκείας οὔτε ἀλλοτρίας, ὥστε καὶ χρήματα πολλὰ ἐμπό-
ρων κατεκαύθη καὶ ἡ πόλις ἐκινδύνευσε πᾶσα διαφθαρῆναι,
εἰ ἄνεμος ἐπεγένετο τῇ φλογὶ ἐπίφορος ἐς αὐτήν.

    [3.74.3] Καὶ οἱ μὲν παυσάμενοι τῆς μάχης ὡς ἑκάτεροι ἡσυχά-
σαντες τὴν νύκτα ἐν φυλακῇ ἦσαν· καὶ ἡ Κορινθία ναῦς
τοῦ δήμου κεκρατηκότος ὑπεξανήγετο, καὶ τῶν ἐπικούρων
οἱ πολλοὶ ἐς τὴν ἤπειρον λαθόντες διεκομίσθησαν.