Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΘΟΥΚΥΔΙΔΗΣ, ΙΣΤΟΡΙΑΙ

ΘΟΥΚ 2.59.1–2.64.6

(ΘΟΥΚ 2.59.1–2.65.13: Το "κύκνειο άσμα" του Περικλή – Η προσωπικότητά του) Απάντηση του Περικλή στους επικριτές του
Ενώ η Αθήνα μαστιζόταν από τον λοιμό (βλ. ΘΟΥΚ 2.47.1–2.54.5), οι Πελοποννήσιοι εισέβαλαν για δεύτερη φορά στην Αττική και προχωρώντας νότια λεηλάτησαν την περιοχή του Λαυρίου. Οι Αθηναίοι με τη σειρά τους λεηλάτησαν την Επίδαυρο και παραλιακές πόλεις της Πελοποννήσου, απέτυχαν, ωστόσο, να βοηθήσουν ουσιαστικά όσους πολιορκούσαν την Ποτίδαια, καθώς οι στρατιώτες που στάλθηκαν εκεί μετέδωσαν στους συμπολεμιστές τους την ασθένεια. Σε αυτό το σημείο ο ιστορικός αφηγείται το "κύκνειο άσμα" του Περικλή.

    [2.59.1] Μετὰ δὲ τὴν δευτέραν ἐσβολὴν τῶν Πελοποννησίων οἱ
Ἀθηναῖοι, ὡς ἥ τε γῆ αὐτῶν ἐτέτμητο τὸ δεύτερον καὶ ἡ
νόσος ἐπέκειτο ἅμα καὶ ὁ πόλεμος, ἠλλοίωντο τὰς γνώμας,
[2.59.2] καὶ τὸν μὲν Περικλέα ἐν αἰτίᾳ εἶχον ὡς πείσαντα σφᾶς
πολεμεῖν καὶ δι’ ἐκεῖνον ταῖς ξυμφοραῖς περιπεπτωκότες,
πρὸς δὲ τοὺς Λακεδαιμονίους ὥρμηντο ξυγχωρεῖν· καὶ
πρέσβεις τινὰς πέμψαντες ὡς αὐτοὺς ἄπρακτοι ἐγένοντο.
πανταχόθεν τε τῇ γνώμῃ ἄποροι καθεστηκότες ἐνέκειντο
τῷ Περικλεῖ. [2.59.3] ὁ δὲ ὁρῶν αὐτοὺς πρὸς τὰ παρόντα χαλε-
παίνοντας καὶ πάντα ποιοῦντας ἅπερ αὐτὸς ἤλπιζε, ξύλ-
λογον ποιήσας (ἔτι δ’ ἐστρατήγει) ἐβούλετο θαρσῦναί τε
καὶ ἀπαγαγὼν τὸ ὀργιζόμενον τῆς γνώμης πρὸς τὸ ἠπιώ-
τερον καὶ ἀδεέστερον καταστῆσαι· παρελθὼν δὲ ἔλεξε
τοιάδε.

    [2.60.1] «Καὶ προσδεχομένῳ μοι τὰ τῆς ὀργῆς ὑμῶν ἔς με γεγέ-
νηται (αἰσθάνομαι γὰρ τὰς αἰτίας) καὶ ἐκκλησίαν τούτου
ἕνεκα ξυνήγαγον, ὅπως ὑπομνήσω καὶ μέμψωμαι εἴ τι μὴ
ὀρθῶς ἢ ἐμοὶ χαλεπαίνετε ἢ ταῖς ξυμφοραῖς εἴκετε. [2.60.2] ἐγὼ
γὰρ ἡγοῦμαι πόλιν πλείω ξύμπασαν ὀρθουμένην ὠφελεῖν
τοὺς ἰδιώτας ἢ καθ’ ἕκαστον τῶν πολιτῶν εὐπραγοῦσαν,
ἁθρόαν δὲ σφαλλομένην. [2.60.3] καλῶς μὲν γὰρ φερόμενος ἀνὴρ
τὸ καθ’ ἑαυτὸν διαφθειρομένης τῆς πατρίδος οὐδὲν ἧσσον
ξυναπόλλυται, κακοτυχῶν δὲ ἐν εὐτυχούσῃ πολλῷ μᾶλλον
διασῴζεται. [2.60.4] ὁπότε οὖν πόλις μὲν τὰς ἰδίας ξυμφορὰς οἵα
τε φέρειν, εἷς δ’ ἕκαστος τὰς ἐκείνης ἀδύνατος, πῶς οὐ χρὴ
πάντας ἀμύνειν αὐτῇ, καὶ μὴ ὃ νῦν ὑμεῖς δρᾶτε· ταῖς κατ’
οἶκον κακοπραγίαις ἐκπεπληγμένοι τοῦ κοινοῦ τῆς σωτηρίας
ἀφίεσθε, καὶ ἐμέ τε τὸν παραινέσαντα πολεμεῖν καὶ ὑμᾶς
αὐτοὺς οἳ ξυνέγνωτε δι’ αἰτίας ἔχετε. [2.60.5] καίτοι ἐμοὶ τοιούτῳ
ἀνδρὶ ὀργίζεσθε ὃς οὐδενὸς ἥσσων οἴομαι εἶναι γνῶναί τε
τὰ δέοντα καὶ ἑρμηνεῦσαι ταῦτα, φιλόπολίς τε καὶ χρημάτων
κρείσσων. [2.60.6] ὅ τε γὰρ γνοὺς καὶ μὴ σαφῶς διδάξας ἐν ἴσῳ
καὶ εἰ μὴ ἐνεθυμήθη· ὅ τε ἔχων ἀμφότερα, τῇ δὲ πόλει
δύσνους, οὐκ ἂν ὁμοίως τι οἰκείως φράζοι· προσόντος δὲ
καὶ τοῦδε, χρήμασι δὲ νικωμένου, τὰ ξύμπαντα τούτου ἑνὸς
ἂν πωλοῖτο. [2.60.7] ὥστ’ εἴ μοι καὶ μέσως ἡγούμενοι μᾶλλον ἑτέρων
προσεῖναι αὐτὰ πολεμεῖν ἐπείσθητε, οὐκ ἂν εἰκότως νῦν τοῦ
γε ἀδικεῖν αἰτίαν φεροίμην.

    [2.61.1] «Καὶ γὰρ οἷς μὲν αἵρεσις γεγένηται τἆλλα εὐτυχοῦσι,
πολλὴ ἄνοια πολεμῆσαι· εἰ δ’ ἀναγκαῖον ἦν ἢ εἴξαντας
εὐθὺς τοῖς πέλας ὑπακοῦσαι ἢ κινδυνεύσαντας περιγενέσθαι,
ὁ φυγὼν τὸν κίνδυνον τοῦ ὑποστάντος μεμπτότερος. [2.61.2] καὶ
ἐγὼ μὲν ὁ αὐτός εἰμι καὶ οὐκ ἐξίσταμαι· ὑμεῖς δὲ μετα-
βάλλετε, ἐπειδὴ ξυνέβη ὑμῖν πεισθῆναι μὲν ἀκεραίοις,
μεταμέλειν δὲ κακουμένοις, καὶ τὸν ἐμὸν λόγον ἐν τῷ
ὑμετέρῳ ἀσθενεῖ τῆς γνώμης μὴ ὀρθὸν φαίνεσθαι, διότι
τὸ μὲν λυποῦν ἔχει ἤδη τὴν αἴσθησιν ἑκάστῳ, τῆς δὲ
ὠφελίας ἄπεστιν ἔτι ἡ δήλωσις ἅπασι, καὶ μεταβολῆς
μεγάλης, καὶ ταύτης ἐξ ὀλίγου, ἐμπεσούσης ταπεινὴ ὑμῶν
ἡ διάνοια ἐγκαρτερεῖν ἃ ἔγνωτε. [2.61.3] δουλοῖ γὰρ φρόνημα τὸ
αἰφνίδιον καὶ ἀπροσδόκητον καὶ τὸ πλείστῳ παραλόγῳ ξυμ-
βαῖνον· ὃ ὑμῖν πρὸς τοῖς ἄλλοις οὐχ ἥκιστα καὶ κατὰ τὴν
νόσον γεγένηται. [2.61.4] ὅμως δὲ πόλιν μεγάλην οἰκοῦντας καὶ ἐν
ἤθεσιν ἀντιπάλοις αὐτῇ τεθραμμένους χρεὼν καὶ ξυμφοραῖς
ταῖς μεγίσταις ἐθέλειν ὑφίστασθαι καὶ τὴν ἀξίωσιν μὴ ἀφα-
νίζειν (ἐν ἴσῳ γὰρ οἱ ἄνθρωποι δικαιοῦσι τῆς τε ὑπαρχούσης
δόξης αἰτιᾶσθαι ὅστις μαλακίᾳ ἐλλείπει καὶ τῆς μὴ προσ-
ηκούσης μισεῖν τὸν θρασύτητι ὀρεγόμενον), ἀπαλγήσαντας δὲ
τὰ ἴδια τοῦ κοινοῦ τῆς σωτηρίας ἀντιλαμβάνεσθαι.

    [2.62.1] «Τὸν δὲ πόνον τὸν κατὰ τὸν πόλεμον, μὴ γένηταί τε
πολὺς καὶ οὐδὲν μᾶλλον περιγενώμεθα, ἀρκείτω μὲν ὑμῖν
καὶ ἐκεῖνα ἐν οἷς ἄλλοτε πολλάκις γε δὴ ἀπέδειξα οὐκ
ὀρθῶς αὐτὸν ὑποπτευόμενον, δηλώσω δὲ καὶ τόδε, ὅ μοι
δοκεῖτε οὔτ’ αὐτοὶ πώποτε ἐνθυμηθῆναι ὑπάρχον ὑμῖν μεγέ-
θους πέρι ἐς τὴν ἀρχὴν οὔτ’ ἐγὼ ἐν τοῖς πρὶν λόγοις· οὐδ’
ἂν νῦν ἐχρησάμην κομπωδεστέραν ἔχοντι τὴν προσποίησιν,
εἰ μὴ καταπεπληγμένους ὑμᾶς παρὰ τὸ εἰκὸς ἑώρων. [2.62.2] οἴεσθε
μὲν γὰρ τῶν ξυμμάχων μόνων ἄρχειν, ἐγὼ δὲ ἀποφαίνω δύο
μερῶν τῶν ἐς χρῆσιν φανερῶν, γῆς καὶ θαλάσσης, τοῦ
ἑτέρου ὑμᾶς παντὸς κυριωτάτους ὄντας, ἐφ’ ὅσον τε νῦν
νέμεσθε καὶ ἢν ἐπὶ πλέον βουληθῆτε· καὶ οὐκ ἔστιν ὅστις
τῇ ὑπαρχούσῃ παρασκευῇ τοῦ ναυτικοῦ πλέοντας ὑμᾶς οὔτε
βασιλεὺς οὔτε ἄλλο οὐδὲν ἔθνος τῶν ἐν τῷ παρόντι κωλύσει.
[2.62.3] ὥστε οὐ κατὰ τὴν τῶν οἰκιῶν καὶ τῆς γῆς χρείαν, ὧν μεγά-
λων νομίζετε ἐστερῆσθαι, αὕτη ἡ δύναμις φαίνεται· οὐδ’
εἰκὸς χαλεπῶς φέρειν αὐτῶν μᾶλλον ἢ οὐ κηπίον καὶ ἐγ-
καλλώπισμα πλούτου πρὸς ταύτην νομίσαντας ὀλιγωρῆσαι,
καὶ γνῶναι ἐλευθερίαν μέν, ἢν ἀντιλαμβανόμενοι αὐτῆς δια-
σώσωμεν, ῥᾳδίως ταῦτα ἀναληψομένην, ἄλλων δὲ ὑπακούσασι
καὶ τὰ προκεκτημένα φιλεῖν ἐλασσοῦσθαι, τῶν τε πατέρων
μὴ χείρους κατ’ ἀμφότερα φανῆναι, οἳ μετὰ πόνων καὶ οὐ
παρ’ ἄλλων δεξάμενοι κατέσχον τε καὶ προσέτι διασώσαντες
παρέδοσαν ὑμῖν αὐτά (αἴσχιον δὲ ἔχοντας ἀφαιρεθῆναι ἢ
κτωμένους ἀτυχῆσαι), ἰέναι δὲ τοῖς ἐχθροῖς ὁμόσε μὴ φρονή-
ματι μόνον, ἀλλὰ καὶ καταφρονήματι. [2.62.4] αὔχημα μὲν γὰρ καὶ
ἀπὸ ἀμαθίας εὐτυχοῦς καὶ δειλῷ τινὶ ἐγγίγνεται, καταφρό-
νησις δὲ ὃς ἂν καὶ γνώμῃ πιστεύῃ τῶν ἐναντίων προὔχειν,
ὃ ἡμῖν ὑπάρχει. [2.62.5] καὶ τὴν τόλμαν ἀπὸ τῆς ὁμοίας τύχης ἡ
ξύνεσις ἐκ τοῦ ὑπέρφρονος ἐχυρωτέραν παρέχεται, ἐλπίδι
τε ἧσσον πιστεύει, ἧς ἐν τῷ ἀπόρῳ ἡ ἰσχύς, γνώμῃ δὲ ἀπὸ
τῶν ὑπαρχόντων, ἧς βεβαιοτέρα ἡ πρόνοια. [2.63.1] τῆς τε πόλεως
ὑμᾶς εἰκὸς τῷ τιμωμένῳ ἀπὸ τοῦ ἄρχειν, ᾧπερ ἅπαντες
ἀγάλλεσθε, βοηθεῖν, καὶ μὴ φεύγειν τοὺς πόνους ἢ μηδὲ
τὰς τιμὰς διώκειν· μηδὲ νομίσαι περὶ ἑνὸς μόνου, δουλείας
ἀντ’ ἐλευθερίας, ἀγωνίζεσθαι, ἀλλὰ καὶ ἀρχῆς στερήσεως
καὶ κινδύνου ὧν ἐν τῇ ἀρχῇ ἀπήχθεσθε. [2.63.2] ἧς οὐδ’ ἐκστῆναι
ἔτι ὑμῖν ἔστιν, εἴ τις καὶ τόδε ἐν τῷ παρόντι δεδιὼς ἀπραγμο-
σύνῃ ἀνδραγαθίζεται· ὡς τυραννίδα γὰρ ἤδη ἔχετε αὐτήν, ἣν
λαβεῖν μὲν ἄδικον δοκεῖ εἶναι, ἀφεῖναι δὲ ἐπικίνδυνον. [2.63.3] τάχιστ’
ἄν τε πόλιν οἱ τοιοῦτοι ἑτέρους τε πείσαντες ἀπολέσειαν καὶ
εἴ που ἐπὶ σφῶν αὐτῶν αὐτόνομοι οἰκήσειαν· τὸ γὰρ ἄπραγμον
οὐ σῴζεται μὴ μετὰ τοῦ δραστηρίου τεταγμένον, οὐδὲ ἐν ἀρ-
χούσῃ πόλει ξυμφέρει, ἀλλ’ ἐν ὑπηκόῳ, ἀσφαλῶς δουλεύειν.

    [2.64.1] «Ὑμεῖς δὲ μήτε ὑπὸ τῶν τοιῶνδε πολιτῶν παράγεσθε
μήτε ἐμὲ δι’ ὀργῆς ἔχετε, ᾧ καὶ αὐτοὶ ξυνδιέγνωτε πολεμεῖν,
εἰ καὶ ἐπελθόντες οἱ ἐναντίοι ἔδρασαν ἅπερ εἰκὸς ἦν μὴ
ἐθελησάντων ὑμῶν ὑπακούειν, ἐπιγεγένηταί τε πέρα ὧν
προσεδεχόμεθα ἡ νόσος ἥδε, πρᾶγμα μόνον δὴ τῶν πάντων
ἐλπίδος κρεῖσσον γεγενημένον. καὶ δι’ αὐτὴν οἶδ’ ὅτι μέρος
τι μᾶλλον ἔτι μισοῦμαι, οὐ δικαίως, εἰ μὴ καὶ ὅταν παρὰ
λόγον τι εὖ πράξητε ἐμοὶ ἀναθήσετε. [2.64.2] φέρειν δὲ χρὴ τά τε
δαιμόνια ἀναγκαίως τά τε ἀπὸ τῶν πολεμίων ἀνδρείως·
ταῦτα γὰρ ἐν ἔθει τῇδε τῇ πόλει πρότερόν τε ἦν νῦν τε μὴ
ἐν ὑμῖν κωλυθῇ. [2.64.3] γνῶτε δὲ ὄνομα μέγιστον αὐτὴν ἔχουσαν
ἐν ἅπασιν ἀνθρώποις διὰ τὸ ταῖς ξυμφοραῖς μὴ εἴκειν,
πλεῖστα δὲ σώματα καὶ πόνους ἀνηλωκέναι πολέμῳ, καὶ
δύναμιν μεγίστην δὴ μέχρι τοῦδε κεκτημένην, ἧς ἐς ἀΐδιον
τοῖς ἐπιγιγνομένοις, ἢν καὶ νῦν ὑπενδῶμέν ποτε (πάντα γὰρ
πέφυκε καὶ ἐλασσοῦσθαι), μνήμη καταλελείψεται, Ἑλλήνων
τε ὅτι Ἕλληνες πλείστων δὴ ἤρξαμεν, καὶ πολέμοις μεγίστοις
ἀντέσχομεν πρός τε ξύμπαντας καὶ καθ’ ἑκάστους, πόλιν τε
τοῖς πᾶσιν εὐπορωτάτην καὶ μεγίστην ᾠκήσαμεν. [2.64.4] καίτοι
ταῦτα ὁ μὲν ἀπράγμων μέμψαιτ’ ἄν, ὁ δὲ δρᾶν τι καὶ αὐτὸς
βουλόμενος ζηλώσει· [2.64.5] εἰ δέ τις μὴ κέκτηται, φθονήσει. τὸ
δὲ μισεῖσθαι καὶ λυπηροὺς εἶναι ἐν τῷ παρόντι πᾶσι μὲν
ὑπῆρξε δὴ ὅσοι ἕτεροι ἑτέρων ἠξίωσαν ἄρχειν· ὅστις δὲ ἐπὶ
μεγίστοις τὸ ἐπίφθονον λαμβάνει, ὀρθῶς βουλεύεται. μῖσος
μὲν γὰρ οὐκ ἐπὶ πολὺ ἀντέχει, ἡ δὲ παραυτίκα τε λαμπρότης
καὶ ἐς τὸ ἔπειτα δόξα αἰείμνηστος καταλείπεται. [2.64.6] ὑμεῖς δὲ
ἔς τε τὸ μέλλον καλὸν προγνόντες ἔς τε τὸ αὐτίκα μὴ
αἰσχρὸν τῷ ἤδη προθύμῳ ἀμφότερα κτήσασθε, καὶ Λακε-
δαιμονίοις μήτε ἐπικηρυκεύεσθε μήτε ἔνδηλοι ἔστε τοῖς
παροῦσι πόνοις βαρυνόμενοι, ὡς οἵτινες πρὸς τὰς ξυμφορὰς
γνώμῃ μὲν ἥκιστα λυποῦνται, ἔργῳ δὲ μάλιστα ἀντέχουσιν,
οὗτοι καὶ πόλεων καὶ ἰδιωτῶν κράτιστοί εἰσιν.»