[2.10.1] Οἱ δὲ Λακεδαιμόνιοι μετὰ τὰ ἐν Πλαταιαῖς εὐθὺς περι-
ήγγελλον κατὰ τὴν Πελοπόννησον καὶ τὴν ἔξω ξυμμαχίδα
στρατιὰν παρασκευάζεσθαι ταῖς πόλεσι τά τε ἐπιτήδεια οἷα
εἰκὸς ἐπὶ ἔξοδον ἔκδημον ἔχειν, ὡς ἐσβαλοῦντες ἐς τὴν
Ἀττικήν. [2.10.2] ἐπειδὴ δὲ ἑκάστοις ἑτοῖμα γίγνοιτο, κατὰ τὸν
χρόνον τὸν εἰρημένον ξυνῇσαν τὰ δύο μέρη ἀπὸ πόλεως
ἑκάστης ἐς τὸν Ἰσθμόν. [2.10.3] καὶ ἐπειδὴ πᾶν τὸ στράτευμα
ξυνειλεγμένον ἦν, Ἀρχίδαμος ὁ βασιλεὺς τῶν Λακεδαι-
μονίων, ὅσπερ ἡγεῖτο τῆς ἐξόδου ταύτης, ξυγκαλέσας τοὺς
στρατηγοὺς τῶν πόλεων πασῶν καὶ τοὺς μάλιστα ἐν τέλει
καὶ ἀξιολογωτάτους παρῄνει τοιάδε.
[2.11.1] «Ἄνδρες Πελοποννήσιοι καὶ ξύμμαχοι, καὶ οἱ πατέρες
ἡμῶν πολλὰς στρατείας καὶ ἐν αὐτῇ Πελοποννήσῳ καὶ ἔξω
ἐποιήσαντο, καὶ ἡμῶν αὐτῶν οἱ πρεσβύτεροι οὐκ ἄπειροι
πολέμων εἰσίν· ὅμως δὲ τῆσδε οὔπω μείζονα παρασκευὴν
ἔχοντες ἐξήλθομεν, ἀλλὰ καὶ ἐπὶ πόλιν δυνατωτάτην νῦν
ἐρχόμεθα καὶ αὐτοὶ πλεῖστοι καὶ ἄριστοι στρατεύοντες.
[2.11.2] δίκαιον οὖν ἡμᾶς μήτε τῶν πατέρων χείρους φαίνεσθαι μήτε
ἡμῶν αὐτῶν τῆς δόξης ἐνδεεστέρους. ἡ γὰρ Ἑλλὰς πᾶσα
τῇδε τῇ ὁρμῇ ἐπῆρται καὶ προσέχει τὴν γνώμην, εὔνοιαν
ἔχουσα διὰ τὸ Ἀθηναίων ἔχθος πρᾶξαι ἡμᾶς ἃ ἐπινοοῦμεν.
[2.11.3] οὔκουν χρή, εἴ τῳ καὶ δοκοῦμεν πλήθει ἐπιέναι καὶ ἀσφάλεια
πολλὴ εἶναι μὴ ἂν ἐλθεῖν τοὺς ἐναντίους ἡμῖν διὰ μάχης,
τούτων ἕνεκα ἀμελέστερόν τι παρεσκευασμένους χωρεῖν,
ἀλλὰ καὶ πόλεως ἑκάστης ἡγεμόνα καὶ στρατιώτην τὸ καθ’
αὑτὸν αἰεὶ προσδέχεσθαι ἐς κίνδυνόν τινα ἥξειν. [2.11.4] ἄδηλα
γὰρ τὰ τῶν πολέμων, καὶ ἐξ ὀλίγου τὰ πολλὰ καὶ δι’ ὀργῆς
αἱ ἐπιχειρήσεις γίγνονται· πολλάκις τε τὸ ἔλασσον πλῆθος
δεδιὸς ἄμεινον ἠμύνατο τοὺς πλέονας διὰ τὸ καταφρονοῦντας
ἀπαρασκεύους γενέσθαι. [2.11.5] χρὴ δὲ αἰεὶ ἐν τῇ πολεμίᾳ τῇ μὲν
γνώμῃ θαρσαλέους στρατεύειν, τῷ δ’ ἔργῳ δεδιότας παρε-
σκευάσθαι· οὕτω γὰρ πρός τε τὸ ἐπιέναι τοῖς ἐναντίοις
εὐψυχότατοι ἂν εἶεν πρός τε τὸ ἐπιχειρεῖσθαι ἀσφαλέ-
στατοι. [2.11.6] ἡμεῖς δὲ οὐδ’ ἐπὶ ἀδύνατον ἀμύνεσθαι οὕτω πόλιν
ἐρχόμεθα, ἀλλὰ τοῖς πᾶσιν ἄριστα παρεσκευασμένην, ὥστε
χρὴ καὶ πάνυ ἐλπίζειν διὰ μάχης ἰέναι αὐτούς, εἰ μὴ καὶ
νῦν ὥρμηνται ἐν ᾧ οὔπω πάρεσμεν, ἀλλ’ ὅταν ἐν τῇ γῇ
ὁρῶσιν ἡμᾶς δῃοῦντάς τε καὶ τἀκείνων φθείροντας. [2.11.7] πᾶσι
γὰρ ἐν τοῖς ὄμμασι καὶ ἐν τῷ παραυτίκα ὁρᾶν πάσχοντάς τι
ἄηθες ὀργὴ προσπίπτει· καὶ οἱ λογισμῷ ἐλάχιστα χρώμενοι
θυμῷ πλεῖστα ἐς ἔργον καθίστανται. [2.11.8] Ἀθηναίους δὲ καὶ
πλέον τι τῶν ἄλλων εἰκὸς τοῦτο δρᾶσαι, οἳ ἄρχειν τε τῶν
ἄλλων ἀξιοῦσι καὶ ἐπιόντες τὴν τῶν πέλας δῃοῦν μᾶλλον ἢ
τὴν αὑτῶν ὁρᾶν. [2.11.9] ὡς οὖν ἐπὶ τοσαύτην πόλιν στρατεύοντες
καὶ μεγίστην δόξαν οἰσόμενοι τοῖς τε προγόνοις καὶ ἡμῖν
αὐτοῖς ἐπ’ ἀμφότερα ἐκ τῶν ἀποβαινόντων, ἕπεσθ’ ὅπῃ ἄν
τις ἡγῆται, κόσμον καὶ φυλακὴν περὶ παντὸς ποιούμενοι καὶ
τὰ παραγγελλόμενα ὀξέως δεχόμενοι· κάλλιστον γὰρ τόδε
καὶ ἀσφαλέστατον, πολλοὺς ὄντας ἑνὶ κόσμῳ χρωμένους
φαίνεσθαι.»
[2.12.1] Τοσαῦτα εἰπὼν καὶ διαλύσας τὸν ξύλλογον ὁ Ἀρχίδαμος
Μελήσιππον πρῶτον ἀποστέλλει ἐς τὰς Ἀθήνας τὸν Δια-
κρίτου ἄνδρα Σπαρτιάτην, εἴ τι ἄρα μᾶλλον ἐνδοῖεν οἱ
Ἀθηναῖοι ὁρῶντες σφᾶς ἤδη ἐν ὁδῷ ὄντας. [2.12.2] οἱ δὲ οὐ
προσεδέξαντο αὐτὸν ἐς τὴν πόλιν οὐδ’ ἐπὶ τὸ κοινόν· ἦν
γὰρ Περικλέους γνώμη πρότερον νενικηκυῖα κήρυκα καὶ
πρεσβείαν μὴ προσδέχεσθαι Λακεδαιμονίων ἐξεστρατευ-
μένων· ἀποπέμπουσιν οὖν αὐτὸν πρὶν ἀκοῦσαι καὶ ἐκέλευον
ἐκτὸς ὅρων εἶναι αὐθημερόν, τό τε λοιπὸν ἀναχωρήσαντας
ἐπὶ τὰ σφέτερα αὐτῶν, ἤν τι βούλωνται, πρεσβεύεσθαι.
ξυμπέμπουσί τε τῷ Μελησίππῳ ἀγωγούς, ὅπως μηδενὶ
ξυγγένηται. [2.12.3] ὁ δ’ ἐπειδὴ ἐπὶ τοῖς ὁρίοις ἐγένετο καὶ ἔμελλε
διαλύσεσθαι, τοσόνδε εἰπὼν ἐπορεύετο ὅτι «ἥδε ἡ ἡμέρα τοῖς
Ἕλλησι μεγάλων κακῶν ἄρξει.» [2.12.4] ὡς δὲ ἀφίκετο ἐς τὸ
στρατόπεδον καὶ ἔγνω ὁ Ἀρχίδαμος ὅτι οἱ Ἀθηναῖοι οὐδέν
πω ἐνδώσουσιν, οὕτω δὴ ἄρας τῷ στρατῷ προὐχώρει ἐς τὴν
γῆν αὐτῶν. [2.12.5] Βοιωτοὶ δὲ μέρος μὲν τὸ σφέτερον καὶ τοὺς
ἱππέας παρείχοντο Πελοποννησίοις ξυστρατεύειν, τοῖς δὲ
λειπομένοις ἐς Πλάταιαν ἐλθόντες τὴν γῆν ἐδῄουν.
|