Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΥΠΕΡ ΜΕΓΑΛΟΠΟΛΙΤΩΝ

ΔΗΜ 16.16–26

(ΔΗΜ 16. Πίστις §6–31) Οι προτάσεις των Λακεδαιμονίων είναι υστερόβουλες – Η ανάγκη συμμαχίας με τους Αρκάδες και ελευθερίας των βοιωτικών και πελοποννησιακών πόλεων

    [16] Δοκοῦσι δέ μοι Λακεδαιμόνιοι μάλα δεινῶν ἔργον ἀνθρώ-
πων ποιεῖν. νῦν γάρ φασιν ἐκεῖνοι δεῖν Ἠλείους μὲν τῆς
Τριφυλίας τινὰ κομίσασθαι, Φλειασίους δὲ τὸ Τρικάρανον,
ἄλλους δέ τινας τῶν Ἀρκάδων τὴν αὑτῶν, καὶ τὸν Ὠρωπὸν
ἡμᾶς, οὐχ ἵν’ ἑκάστους ἡμῶν ἴδωσιν ἔχοντας τὰ αὑτῶν, οὐδ’
ὀλίγου δεῖ· [17] ὀψὲ γὰρ ἂν φιλάνθρωποι γεγονότες εἶεν· ἀλλ’
ἵνα πᾶσι δοκῶσι συμπράττειν ὅπως ἕκαστοι κομίσωνται ταῦθ’
ἅ φασιν αὑτῶν εἶναι, ἐπειδὰν δ’ ἴωσ’ ἐπὶ Μεσσήνην αὐτοί,
συστρατεύωνται πάντες αὐτοῖς οὗτοι καὶ βοηθῶσι προθύμως,
ἢ δοκῶσ’ ἀδικεῖν, περὶ ὧν ἔφασαν ἕκαστοι σφῶν αὐτῶν
εἶναι συμψήφους λαβόντες ἐκείνους, μὴ τὴν ὁμοίαν αὐτοῖς
[χάριν] ἀποδιδόντες. [18] ἐγὼ δὲ νομίζω τὴν πόλιν, πρῶτον μὲν
καὶ χωρὶς τοῦ καθυφεῖναι Λακεδαιμονίοις τινὰς Ἀρκάδων,
Ὠρωπὸν ἂν κομίσασθαι, καὶ μετ’ ἐκείνων, ἂν τὰ δίκαια
ποιεῖν ἐθέλωσι, καὶ μετὰ τῶν ἄλλων τῶν οὐκ οἰομένων δεῖν
Θηβαίους ἐᾶν ἔχειν τἀλλότρια. εἰ δ’ ἄρα τοῦτ’ εὔδηλον
ἡμῖν γένοιτο, ὅτι μὴ Λακεδαιμονίους ἐῶντες τὴν Πελοπόν-
νησον καταστρέψασθαι οὐχ οἷοί τ’ ἐσόμεθ’ Ὠρωπὸν λαβεῖν,
αἱρετώτερον, εἰ οἷόν τ’ εἰπεῖν, ἡγοῦμαι τὸν Ὠρωπὸν ἐᾶν ἢ
Λακεδαιμονίοις Μεσσήνην προέσθαι καὶ Πελοπόννησον. οὐ
γὰρ ἂν ἡγοῦμαι περὶ τούτου μόνον ἡμῖν εἶναι τὸν λόγον πρὸς
ἐκείνους, ἀλλ’ ―ἐάσω τό γ’ ἐπελθὸν εἰπεῖν μοι· περὶ πολλῶν
δ’ ἂν οἶμαι κίνδυνον ἡμῖν γενέσθαι.

    [19] Ἀλλὰ μὴν ἅ γέ φασιν πεπρᾶχθαι διὰ Θηβαίους τοῖς
Μεγαλοπολίταις ὑπεναντία πρὸς ἡμᾶς, ἄτοπον νῦν [μὲν] ἐν
κατηγορίας μέρει ποιεῖσθαι, βουλομένων δὲ γενέσθαι φίλων
αὐτῶν, ἵνα τοὐναντίον εὖ ποιῶσιν ἡμᾶς, βασκαίνειν καὶ
σκοπεῖν ἐξ ὅτου τρόπου μὴ γενήσονται, καὶ μὴ γιγνώσκειν
ὅτι, ὅσῳ ἂν σπουδαιοτέρους τούτους περὶ Θηβαίους γεγενη-
μένους ἀποδείξωσι, τοσούτῳ πλείονος ὀργῆς αὐτοὶ δικαίως
ἂν τυγχάνοιεν, εἰ τοιούτων συμμάχων τὴν πόλιν, ὅτ’ ἐφ’
ὑμᾶς προτέρους ἦλθον ἢ Θηβαίους, ἀπεστέρησαν. [20] ἀλλ’,
οἶμαι, ταῦτα μέν ἐστι δεύτερον ἀνθρώπων βουλομένων ἑτέ-
ρων ποιῆσαι τούτους συμμάχους. ἐγὼ δ’ οἶδα, ὅσ’ ἂν ἐκ
λογισμοῦ σκοπῶν τις εἰκάσαι, καὶ τοὺς πολλοὺς οἶμαι ὑμῶν
ἐμοὶ ταὐτὰ φήσειν, ὅτι εἰ λήψονται Μεγάλην πόλιν Λακε-
δαιμόνιοι, κινδυνεύσει Μεσσήνη· εἰ δὲ καὶ ταύτην λήψονται,
φήμ’ ἡμᾶς ἔσεσθαι συμμάχους Θηβαίων. [21] πολὺ δὴ κάλλιον
καὶ ἄμεινον τὴν μὲν Θηβαίων συμμαχίαν αὐτοὺς παραλα-
βεῖν, τῇ δὲ Λακεδαιμονίων πλεονεξίᾳ μὴ ’πιτρέψαι, ἢ νῦν
ὀκνοῦντας μὴ τοὺς Θηβαίων σώσωμεν συμμάχους, τούτους
μὲν προέσθαι, πάλιν δὲ σῴζειν αὐτοὺς τοὺς Θηβαίους, καὶ
προσέτ’ ἐν φόβῳ καθεστάναι περὶ ἡμῶν αὐτῶν. [22] οὐ γὰρ
ἔγωγ’ ἀδεὲς τοῦθ’ ὑπολαμβάνω τῇ πόλει, τὸ λαβεῖν Μεγά-
λην πόλιν Λακεδαιμονίους καὶ πάλιν γενέσθαι μεγάλους.
ὁρῶ γὰρ αὐτοὺς καὶ νῦν οὐχ ὑπὲρ τοῦ μὴ παθεῖν τι κακὸν
πολεμεῖν αἱρουμένους, ἀλλ’ ὑπὲρ τοῦ κομίσασθαι τὴν πρό-
τερον οὖσαν αὑτοῖς δύναμιν· ὧν δ’, ὅτ’ ἐκείνην εἶχον, ὠρέ-
γοντο, ταῦθ’ ὑμεῖς μᾶλλον ἴσως εἰδότες ἢ ’γὼ φοβοῖσθ’ ἂν
εἰκότως.

    [23] Ἡδέως δ’ ἂν πυθοίμην τῶν λεγόντων καὶ τοὺς Θηβαίους
μισεῖν φασκόντων καὶ τοὺς Λακεδαιμονίους, πότερ’ ἑκάτεροι
μισοῦσιν, οὓς δὴ μισοῦσιν, ὑπὲρ ὑμῶν καὶ τοῦ συμφέροντος
ὑμῖν, ἢ ὑπὲρ Λακεδαιμονίων μὲν Θηβαίους, ὑπὲρ δὲ Θηβαίων
Λακεδαιμονίους ἑκάτεροι. εἰ μὲν γὰρ ὑπὲρ ἐκείνων, οὐδετέ-
ροις ὡς μαινομένοις πείθεσθαι προσήκει· εἰ δ’ ὑπὲρ ὑμῶν
φήσουσι, τί πέρα τοῦ καιροῦ τοὺς ἑτέρους ἐπαίρουσιν; [24] ἔστι
γάρ, ἔστι Θηβαίους ταπεινοὺς ποιεῖν ἄνευ τοῦ Λακεδαι-
μονίους ἰσχυροὺς καθιστάναι, καὶ πολύ γε ῥᾷον· ὡς δ’, ἐγὼ
πειράσομαι πρὸς ὑμᾶς εἰπεῖν. ἴσμεν ἅπαντες τοῦθ’ ὅτι τὰ
μὲν δίκαια πάντες, ἐὰν καὶ μὴ βούλωνται, μέχρι τού γ’
αἰσχύνονται μὴ πράττειν, τοῖς δ’ ἀδίκοις ἐναντιοῦνται φανε-
ρῶς, ἄλλως τε κἄν τινες βλάπτωνται· καὶ τοῦτο λυμαινό-
μενον πάνθ’ εὑρήσομεν, καὶ ταύτην ἀρχὴν οὖσαν πάντων
τῶν κακῶν, τὸ μὴ ’θέλειν τὰ δίκαια πράττειν ἁπλῶς. [25] ἵνα
τοίνυν μὴ τοῦτ’ ἐμποδὼν γένηται τῷ Θηβαίους γενέσθαι
μικρούς, τὰς μὲν Θεσπιὰς καὶ τὸν Ὀρχομενὸν καὶ τὰς
Πλαταιὰς κατοικίζεσθαι φῶμεν δεῖν καὶ συμπράττωμεν
αὐτοῖς καὶ τοὺς ἄλλους ἀξιῶμεν (ταῦτα γὰρ καὶ καλὰ καὶ
δίκαια, μὴ περιορᾶν πόλεις ἀρχαίας ἐξανεστώσας), τὴν δὲ
Μεγάλην πόλιν καὶ τὴν Μεσσήνην μὴ προώμεθα τοῖς ἀδι-
κοῦσι, μηδ’ ἐπὶ τῇ προφάσει τῇ Πλαταιῶν καὶ Θεσπιῶν τὰς
οὔσας καὶ κατοικουμένας πόλεις ἀναιρεθείσας περιίδωμεν.
[26] κἂν ᾖ ταῦτα πρόδηλα, οὐδεὶς ὅστις οὐ βουλήσεται παύσασθαι
Θηβαίους ἔχοντας τὴν ἀλλοτρίαν· εἰ δὲ μή, πρῶτον μὲν
ἐναντίους ἕξομεν πρὸς ἐκεῖνα τούτους εἰκότως, ὅταν ἡγῶνται
τὴν ἐκείνων κατοίκισιν αὑτοῖς ὄλεθρον φέρειν, εἶτ’ ἀνήνυτα
πράγμαθ’ ἕξομεν αὐτοί· τί γὰρ ὡς ἀληθῶς ἔσται πέρας,
ὅταν ἀεὶ τὰς μὲν οὔσας πόλεις ἐῶμεν ἀναιρεῖν, τὰς δ’
ἀνῃρημένας ἀξιῶμεν οἰκίζειν;