Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΥΠΕΡ ΜΕΓΑΛΟΠΟΛΙΤΩΝ

ΔΗΜ 16.6–15

(ΔΗΜ 16. Πίστις §6–31) Κατά την άσκηση της εξωτερικής πολιτικής επιβάλλεται συνδυασμός του δικαίου και του συμφέροντος – Η συμμαχία με τους Αρκάδες δεν πλήττει την αξιοπιστία της Αθήνας
Η πολιτική "ισορροπίας δυνάμεων" που εισηγήθηκε ο ρήτορας προηγουμένως (§1–5) θα σήμαινε την απομάκρυνση των Αθηναίων από τους Λακεδαιμονίους, συμμάχους τους στη μάχη της Μαντίνειας (362 π.Χ.), όπου από κοινού είχαν αντιμετωπίσει, τους Θηβαίους και τους συμμάχους τους – ανάμεσά τους και τους Αρκάδες, τους οποίους τώρα παρότρυνε ο Δημοσθένης να βοηθήσουν. Ο ρήτορας ξεκινά την επιχειρηματολογία του (§6–31), για να αποδείξει ποιες πρέπει να είναι οι επόμενες ενέργειες της αθηναϊκής εξωτερικής πολιτικής.

    [6] Ἀλλὰ νὴ Δία ταῦτα μὲν οὕτως δεῖν ἔχειν φήσομεν,
δεινὸν δ’ εἰ, πρὸς οὓς παρεταττόμεθ’ ἐν Μαντινείᾳ, τούτους
συμμάχους αἱρησόμεθα, εἶτα βοηθήσομεν τούτοις ἐναντί’
ἐκείνοις μεθ’ ὧν τότ’ ἐκινδυνεύομεν. κἀμοὶ ταῦτα δοκεῖ,
προσδεῖσθαι δ’ ἔτι τοῦ «τὰ δίκαια ποιεῖν ἐθελόντων τῶν ἑτέ-
ρων.» [7] εἰ μὲν τοίνυν ἐθελήσουσιν εἰρήνην ἅπαντες ἄγειν, οὐ
βοηθήσομεν τοῖς Μεγαλοπολίταις· οὐδὲν γὰρ δεήσει· ὥστ’
οὐδ’ ὁτιοῦν ὑπεναντίον ἡμῖν ἔσται πρὸς τοὺς συμπαραταξα-
μένους, σύμμαχοι δ’ ἡμῖν οἱ μὲν ὑπάρχουσιν, ὥς φασιν, οἱ
δὲ προσγενήσονται νυνί. [8] καὶ τί ἂν ἄλλο βουλοίμεθα; ἐὰν
δ’ ἀδικῶσι καὶ πολεμεῖν οἴωνται δεῖν, εἰ μὲν ὑπὲρ τούτου
μόνον βουλευτέον, εἰ χρὴ Μεγάλην πόλιν ἡμᾶς προέσθαι
Λακεδαιμονίοις ἢ μή, δίκαιον μὲν οὔ, συγχωρῶ δ’ ἔγωγ’
ἐᾶσαι καὶ μηδὲν ἐναντιωθῆναι τοῖς γε τῶν αὐτῶν μετασχοῦσι
κινδύνων· εἰ δ’ ἅπαντες ἐπίστασθ’ ὅτι, ταύτην ἂν ἕλωσιν,
ἴασ’ ἐπὶ Μεσσήνην, φρασάτω τις ἐμοὶ τῶν νῦν χαλεπῶν
τοῖς Μεγαλοπολίταις, τί τόθ’ ἡμῖν συμβουλεύσει ποιεῖν.
ἀλλ’ οὐδεὶς ἐρεῖ. [9] καὶ μὴν πάντες ἐπίστασθ’ ὡς, καὶ παραι-
νούντων τούτων καὶ μή, βοηθητέον, καὶ διὰ τοὺς ὅρκους οὓς
ὀμωμόκαμεν Μεσσηνίοις, καὶ διὰ τὸ συμφέρον εἶναι κατοι-
κεῖσθαι ταύτην τὴν πόλιν. σκοπεῖσθε δὴ πρὸς ὑμᾶς αὐτοὺς
ποτέραν τὴν ἀρχὴν καλλίονα καὶ φιλανθρωποτέραν ποιή-
σεσθε τοῦ μὴ ’πιτρέπειν ἀδικεῖν Λακεδαιμονίοις, τὴν ὑπὲρ
Μεγάλης πόλεως ἢ τὴν ὑπὲρ Μεσσήνης. [10] νῦν μέν γε βοηθεῖν
δόξετ’ Ἀρκάσι, καὶ τὴν εἰρήνην σπουδάζειν εἶναι βεβαίαν,
ὑπὲρ ἧς ἐκινδυνεύσατε καὶ παρετάξασθε· τότε δ’ εὔδηλοι
πᾶσιν ἔσεσθε οὐ τοῦ δικαίου μᾶλλον εἵνεκα Μεσσήνην εἶναι
βουλόμενοι ἢ τοῦ πρὸς Λακεδαιμονίους φόβου. δεῖ δὲ
σκοπεῖν μὲν καὶ πράττειν ἀεὶ τὰ δίκαια, συμπαρατηρεῖν δ’
ὅπως ἅμα καὶ συμφέροντ’ ἔσται ταῦτα.

    [11] Ἔστι τοίνυν τοιοῦτός τις λόγος παρὰ τῶν ἀντιλεγόντων,
ὡς κομίσασθαι τὸν Ὠρωπὸν ἡμᾶς ἐγχειρεῖν δεῖ, εἰ δὲ τοὺς
βοηθήσαντας ἂν ἡμῖν νῦν ἐπ’ αὐτὸν ἐχθροὺς κτησόμεθα, οὐχ
ἕξομεν συμμάχους. ἐγὼ δὲ τὸ μὲν κομίσασθαι Ὠρωπὸν
πειρᾶσθαι δεῖν φημι καὶ αὐτός· τὸ δ’ ἐχθροὺς ἡμῖν Λακε-
δαιμονίους ἔσεσθαι νῦν, ἐὰν ποιώμεθα συμμάχους Ἀρκάδων
τοὺς βουλομένους ἡμῖν εἶναι φίλους, μόνοις οὐδ’ εἰπεῖν ἐξεῖ-
ναι νομίζω τοῖς πείσασιν ὑμᾶς, ὅτ’ ἐκινδύνευον Λακεδαιμόνιοι,
βοηθεῖν. [12] οὐ γὰρ ταῦτα λέγοντες ἔπεισαν ὑμᾶς, πάντων
Πελοποννησίων ἐλθόντων ὡς ὑμᾶς καὶ μεθ’ ὑμῶν ἀξιούντων
ἐπὶ τοὺς Λακεδαιμονίους ἰέναι, τοὺς μὲν μὴ προσδέξασθαι
(καὶ διὰ τοῦθ’, ὅπερ ἦν ὑπόλοιπον αὐτοῖς, ἐπὶ Θηβαίους
ἦλθον), ὑπὲρ δὲ τῆς Λακεδαιμονίων σωτηρίας καὶ χρήματ’
εἰσφέρειν καὶ τοῖς σώμασι κινδυνεύειν· οὐδ’ ἂν ὑμεῖς ἠθελή-
σατε δήπου σῴζειν αὐτούς, εἰ τοῦτο προὔλεγον ὑμῖν, ὅτι
σωθέντες, ἐὰν μὴ ποιεῖν ὅ τι βούλονται πάλιν αὐτοὺς ἐᾶτε
καὶ ἀδικεῖν, οὐδεμίαν ὑμῖν χάριν ἕξουσι τῆς σωτηρίας. [13] καὶ
μὴν εἰ σφόδρ’ ἐναντίον ἐστὶ τοῖς Λακεδαιμονίων ἐπιχειρή-
μασιν τὸ τοὺς Ἀρκάδας ἡμᾶς συμμάχους ποιήσασθαι, προσ-
ήκει δήπου πλείω χάριν αὐτοὺς ἔχειν ὧν ἐσώθησαν ὑφ’
ἡμῶν εἰς τοὺς ἐσχάτους ἐλθόντες κινδύνους ἢ ὧν ἀδικεῖν
κωλύονται νῦν ὀργίζεσθαι. ὥστε πῶς οὐ βοηθήσουσιν ἡμῖν
ἐπ’ Ὠρωπόν, ἢ κάκιστοι πάντων ἀνθρώπων δόξουσιν εἶναι;
μὰ τοὺς θεοὺς ἔγωγ’ οὐχ ὁρῶ.

    [14] Θαυμάζω τοίνυν καὶ τῶν λεγόντων τοῦτον τὸν λόγον, ὡς
εἰ συμμάχους ποιησόμεθ’ Ἀρκάδας καὶ ταῦτα πράξομεν,
μεταβάλλεσθαι δόξει καὶ οὐδὲν ἔχειν πιστὸν ἡ πόλις. ἐμοὶ
μὲν γὰρ δοκεῖ τοὐναντίον, ὦ ἄνδρες Ἀθηναῖοι. διὰ τί; ὅτι
τῶν πάντων οὐδέν’ ἂν ἀντειπεῖν οἴομαι ὡς οὐ καὶ Λακεδαι-
μονίους καὶ πρότερον Θηβαίους καὶ τὸ τελευταῖον Εὐβοέας
ἔσωσεν ἡ πόλις, καὶ μετὰ ταῦτα συμμάχους ἐποιήσατο, ἕν
τι καὶ ταὔτ’ ἀεὶ βουλομένη πράττειν. [15] ἔστι δὲ τοῦτο τί;
τοὺς ἀδικουμένους σῴζειν. εἰ τοίνυν ταῦθ’ οὕτως ἔχει, οὐκέτ’
ἂν ἡμεῖς εἴημεν οἱ μεταβαλλόμενοι, ἀλλ’ οἱ μὴ ’θέλοντες
τοῖς δικαίοις ἐμμένειν, καὶ φανήσεται τὰ πράγματ’ ἀεὶ διὰ
τοὺς πλεονεκτεῖν βουλομένους μεταβαλλόμενα, οὐχ ἡ πόλις
ἡμῶν.