Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΠΡΟΣ ΤΗΝ ΛΑΚΡΙΤΟΥ ΠΑΡΑΓΡΑΦΗΝ

ΔΗΜ 35.36–43

Ο Λάκριτος παραπλανά τους δικαστές εκμεταλλευόμενος τη ρητορική του παιδεία
Στη διήγησιν ο Ανδροκλής αναφέρθηκε στον τρόπο με τον οποίο γνωρίστηκε με τον Λάκριτο, ο οποίος τον παρακάλεσε να δανείσει χρήματα στον αδελφό του, τον Αρτέμωνα. Κατόπιν ο ομιλητής σχολίασε διεξοδικά το συμβόλαιο, όπου καθορίζονταν επακριβώς οι υποχρεώσεις που αναλάμβαναν τόσο οι δανειολήπτες όσο και ο Λάκριτος ως εγγυητής, υποχρεώσεις τις οποίες τελικά αθέτησαν. Και συνεχίζει:

[36] κατεχόμενοι δὲ ὑφ’ ἡμῶν καὶ ἐλεγχόμενοι εἴ τι περιγένοιτο
τῶν χρημάτων ἐν τῷ Πόντῳ, ἀπεκρίνατο Λάκριτος οὑτοσί,
ὅτι ἑκατὸν στατῆρες Κυζικηνοὶ περιγένοιντο, καὶ τοῦτο
τὸ χρυσίον δεδανεικὼς εἴη ἁδελφὸς αὐτοῦ ἐν τῷ Πόντῳ
ναυκλήρῳ τινὶ Φασηλίτῃ, πολίτῃ καὶ ἐπιτηδείῳ ἑαυτοῦ, καὶ
οὐ δύναιτο κομίσασθαι, ἀλλὰ σχεδόν τι ἀπολωλὸς εἴη καὶ
τοῦτο. [37] ταῦτ’ ἐστὶν ἃ ἔλεγεν Λάκριτος οὑτοσί. ἡ δὲ συγ-
γραφὴ οὐ ταῦτα λέγει, ὦ ἄνδρες δικασταί, ἀλλ’ ἀντιφορτι-
σαμένους ἀπάγειν κελεύει Ἀθήναζε, οὐ δανείζειν τούτους ὅτῳ
ἂν βούλωνται ἐν τῷ Πόντῳ τὰ ἡμέτερα ἄνευ ἡμῶν, ἀλλ’
Ἀθήναζε παρέχειν ἀνέπαφα ἡμῖν, ἕως ἂν ἡμεῖς ἀπολάβωμεν
τὰ χρήματα ὅσα ἐδανείσαμεν. καί μοι ἀναγίγνωσκε τὴν
συγγραφὴν πάλιν.
ΣΥΓΓΡΑΦΗ.

    [38] Πότερον, ὦ ἄνδρες δικασταί, δανείζειν κελεύει τούτους ἡ
συγγραφὴ τὰ ἡμέτερα, καὶ ταῦτα ἀνθρώπῳ ὃν ἡμεῖς οὔτε
γιγνώσκομεν οὔθ’ ἑοράκαμεν πώποτε, ἢ ἀντιφορτισαμένους
κομίσαι Ἀθήναζε καὶ φανερὰ ποιῆσαι ἡμῖν καὶ ἀνέπαφα
παρέχειν; [39] ἡ μὲν γὰρ συγγραφὴ οὐδὲν κυριώτερον ἐᾷ εἶναι
τῶν ἐγγεγραμμένων, οὐδὲ προσφέρειν οὔτε νόμον οὔτε
ψήφισμα οὔτ’ ἄλλ’ οὐδ’ ὁτιοῦν πρὸς τὴν συγγραφήν· τούτοις
δ’ εὐθὺς ἐξ ἀρχῆς οὐδὲν ἐμέλησε τῆς συγγραφῆς ταύτης,
ἀλλὰ τοῖς χρήμασιν ἐχρῶντο τοῖς ἡμετέροις ὥσπερ ἰδίοις
οὖσιν αὑτῶν· οὕτως εἰσὶν οὗτοι κακοῦργοι σοφισταὶ καὶ
ἄδικοι ἄνθρωποι. [40] ἐγὼ δέ, μὰ τὸν Δία τὸν ἄνακτα καὶ τοὺς
θεοὺς ἅπαντας, οὐδενὶ πώποτε ἐφθόνησα οὐδ’ ἐπετίμησα,
ὦ ἄνδρες δικασταί, εἴ τις βούλεται σοφιστὴς εἶναι καὶ
Ἰσοκράτει ἀργύριον ἀναλίσκειν· μαινοίμην γὰρ ἄν, εἴ τί μοι
τούτων ἐπιμελὲς εἴη. οὐ μέντοι μὰ Δία οἶμαί γε δεῖν
ἀνθρώπους καταφρονοῦντας καὶ οἰομένους δεινοὺς εἶναι
ἐφίεσθαι τῶν ἀλλοτρίων, οὐδὲ ἀφαιρεῖσθαι, τῷ λόγῳ
πιστεύοντας· πονηροῦ γὰρ ταῦτ’ ἐστὶν σοφιστοῦ καὶ οἰμω-
ξομένου. [41] Λάκριτος δ’ οὑτοσί, ὦ ἄνδρες δικασταί, οὐ τῷ
δικαίῳ πιστεύων εἰσελήλυθε ταύτην τὴν δίκην, ἀλλ’ ἀκρι-
βῶς εἰδὼς τὰ πεπραγμέν’ αὑτοῖς περὶ τὸ δάνεισμα τοῦτο,
καὶ ἡγούμενος δεινὸς εἶναι καὶ ῥᾳδίως λόγους ποριεῖσθαι
περὶ ἀδίκων πραγμάτων, οἴεται παράξειν ὑμᾶς ὅποι ἂν
βούληται. ταῦτα γὰρ ἐπαγγέλλεται δεινὸς εἶναι, καὶ
ἀργύριον αἰτεῖ καὶ μαθητὰς συλλέγει περὶ αὐτῶν τούτων
ἐπαγγελλόμενος παιδεύειν. [42] καὶ πρῶτον μὲν τοὺς ἀδελφοὺς
τοὺς αὑτοῦ ἐπαίδευσεν τὴν παιδείαν ταύτην, ἣν ὑμεῖς αἰσθά-
νεσθε πονηρὰν καὶ ἄδικον, ὦ ἄνδρες δικασταί, δανείζεσθαι
ἐν τῷ ἐμπορίῳ ναυτικὰ χρήματα καὶ ταῦτ’ ἀποστερεῖν καὶ μὴ
ἀποδιδόναι. πῶς ἂν γένοιντο πονηρότεροι ἄνθρωποι ἢ τοῦ
παιδεύοντος τὰ τοιαῦτα ἢ αὐτῶν τῶν παιδευομένων; ἐπεὶ
δ’ οὖν δεινός ἐστιν καὶ πιστεύει τῷ λέγειν καὶ ταῖς χιλίαις
δραχμαῖς ἃς δέδωκεν τῷ διδασκάλῳ, [43] κελεύσατε αὐτὸν διδάξαι
ὑμᾶς, ἢ ὡς τὰ χρήματα οὐκ ἔλαβον παρ’ ἡμῶν, ἢ ὡς λαβόντες
ἀποδεδώκασιν, ἢ ὅτι τὰς ναυτικὰς συγγραφὰς οὐ δεῖ κυρίας
εἶναι, ἢ ὡς δεῖ ἄλλο τι χρήσασθαι τοῖς χρήμασιν ἢ ἐφ’ οἷς
ἔλαβον κατὰ τὴν συγγραφήν. τούτων ὅ τι βούλεται πεισάτω
ὑμᾶς. καὶ ἔγωγε καὶ αὐτὸς συγχωρῶ σοφώτατον εἶναι τοῦτον,
ἐὰν ὑμᾶς πείσῃ τοὺς περὶ τῶν συμβολαίων τῶν ἐμπορικῶν
δικάζοντας. ἀλλ’ εὖ οἶδ’ ὅτι οὐδὲν ἂν τούτων οἷός τ’
εἴη οὗτος οὔτε διδάξαι οὔτε πεῖσαι.