Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΠΡΟΣ ΤΗΝ ΛΑΚΡΙΤΟΥ ΠΑΡΑΓΡΑΦΗΝ

ΔΗΜ 35.1–5

Προοίμιον: οι Φασηλίτες δεν εξοφλούν τα δάνειά τους – Ο Λάκριτος ενήργησε ως Φασηλίτης
Ο Αρτέμωνας είχε λάβει εμπορικό δάνειο από τον Ανδροκλή, αλλά πέθανε πριν προλάβει να το εξοφλήσει, με αποτέλεσμα αυτός να κινήσει διαδικασία εναντίον του αδελφού και κληρονόμου του, του Λάκριτου.

    [1] Οὐδὲν καινὸν διαπράττονται οἱ Φασηλῖται, ὦ ἄνδρες
δικασταί, ἀλλ’ ἅπερ εἰώθασιν. οὗτοι γὰρ δεινότατοι μέν
εἰσιν δανείσασθαι χρήματα ἐν τῷ ἐμπορίῳ, ἐπειδὰν δὲ λά-
βωσιν καὶ συγγραφὴν συγγράψωνται ναυτικήν, εὐθὺς ἐπε-
λάθοντο καὶ τῶν συγγραφῶν καὶ τῶν νόμων καὶ ὅτι δεῖ
ἀποδοῦναι αὐτοὺς ἃ ἔλαβον, [2] καὶ οἴονται, ἐὰν ἀποδῶσιν,
ὥσπερ τῶν ἰδίων τι τῶν ἑαυτῶν ἀπολωλεκέναι, ἀλλ’ ἀντὶ
τοῦ ἀποδοῦναι σοφίσματα εὑρίσκουσιν καὶ παραγραφὰς καὶ
προφάσεις, καὶ εἰσὶν πονηρότατοι ἀνθρώπων καὶ ἀδικώτατοι.
τεκμήριον δὲ τούτου· πολλῶν γὰρ ἀφικνουμένων εἰς τὸ
ὑμέτερον ἐμπόριον καὶ Ἑλλήνων καὶ βαρβάρων, πλείους
δίκαι εἰσὶν ἑκάστοτε αὐτῶν τῶν Φασηλιτῶν ἢ τῶν ἄλλων
ἁπάντων. [3] οὗτοι μὲν οὖν τοιοῦτοί εἰσιν· ἐγὼ δέ, ὦ ἄνδρες
δικασταί, χρήματα δανείσας Ἀρτέμωνι τῷ τούτου ἀδελφῷ
κατὰ τοὺς ἐμπορικοὺς νόμους, εἰς τὸν Πόντον καὶ πάλιν
Ἀθήναζε, τελευτήσαντος ἐκείνου πρὶν ἀποδοῦναί μοι τὰ
χρήματα, Λακρίτῳ τουτῳὶ εἴληχα τὴν δίκην ταύτην κατὰ
τοὺς αὐτοὺς νόμους τούτους καθ’ οὕσπερ τὸ συμβόλαιον
ἐποιησάμην, [4] ἀδελφῷ ὄντι τούτῳ ἐκείνου καὶ ἔχοντι ἅπαντα
τὰ Ἀρτέμωνος, καὶ ὅσα ἐνθάδε κατέλιπεν καὶ ὅσα ἦν αὐτῷ
ἐν τῇ Φασήλιδι, καὶ κληρονόμῳ ὄντι τῶν ἐκείνου ἁπάντων,
καὶ οὐκ ἂν ἔχοντος τούτου δεῖξαι νόμον ὅστις αὐτῷ δίδωσιν
ἐξουσίαν ἔχειν μὲν τὰ τοῦ ἀδελφοῦ καὶ διῳκηκέναι ὅπως
ἐδόκει αὐτῷ, μὴ ἀποδοῦναι δὲ τὰ ἀλλότρια χρήματα, ἀλλὰ
λέγειν νῦν ὅτι οὐκ ἔστιν κληρονόμος, ἀλλ’ ἀφίσταται τῶν
ἐκείνου. [5] ἡ μὲν τουτουὶ Λακρίτου πονηρία τοιαύτη ἐστίν·
ἐγὼ δ’ ὑμῶν δέομαι, ὦ ἄνδρες δικασταί, εὐνοϊκῶς ἀκοῦσαί
μου περὶ τοῦ πράγματος τουτουί· κἂν ἐξελέγξω αὐτὸν ἀδι-
κοῦντα ἡμᾶς τε τοὺς δανείσαντας καὶ ὑμᾶς οὐδὲν ἧττον,
βοηθεῖτε ἡμῖν τὰ δίκαια.