Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΠΡΟΣ ΒΟΙΩΤΟΝ ΠΕΡΙ ΤΟΥ ΟΝΟΜΑΤΟΣ

ΔΗΜ 39.34–36

Παραινέσεις για αλλαγή της συμπεριφοράς του Βοιωτού
Ο Μαντίας, πατέρας του Μαντίθεου, είχε αναγκαστεί να υιοθετήσει τον Βοιωτό. Ο Μαντίθεος κατηγορεί στην παρούσα δίκη τον δεύτερο ότι, επωφελούμενος από το γεγονός ότι ο Μαντίας είχε πεθάνει πριν γίνει η εγγραφή τους στους καταλόγους των εφήβων, είχε ιδιοποιηθεί το όνομα "Μαντίθεος", γεγονός που επέφερε σύγχυση σχετικά με την ταυτότητά τους και προκαλούσε προβλήματα νομικής και οικονομικής φύσεως.

    [34] Ἀλλ’, ὦ χαλεπώτατε Βοιωτέ, μάλιστα μὲν ὧν πράττεις
πάντων παῦσαι, εἰ δ’ ἄρα μὴ βούλει, ἐκεῖνό γε πρὸς Διὸς
πείθου· παῦσαι μὲν σαυτῷ παρέχων πράγματα, παῦσαι δ’
ἐμὲ συκοφαντῶν, ἀγάπα δ’ ὅτι σοι πόλις, οὐσία, πατὴρ
γέγονεν. οὐδεὶς ἀπελαύνει σ’ ἀπὸ τούτων, οὔκουν ἔγωγε.
ἀλλ’ ἂν μέν, ὥσπερ εἶναι φὴς ἀδελφός, καὶ τὰ ἔργ’ ἀδελφοῦ
ποιῇς, δόξεις εἶναι συγγενής, ἂν δ’ ἐπιβουλεύῃς, δικάζῃ,
φθονῇς, βλασφημῇς, δόξεις εἰς ἀλλότρι’ ἐμπεσὼν ὡς οὐ
προσήκουσιν οὕτω χρῆσθαι. [35] ἐπεὶ ἔγωγ’ οὐδ’ εἰ τὰ μάλισθ’ ὁ
πατὴρ ὄντα σ’ ἑαυτοῦ μὴ ἐποιεῖτ’ ἀδικῶ. οὐ γὰρ ἐμοὶ προσ-
ῆκεν εἰδέναι, τίνες εἰσὶν υἱεῖς ἐκείνου, ἀλλ’ ἐκείνῳ δεῖξαι,
τίν’ ἐμοὶ νομιστέον ἔστ’ ἀδελφόν. ὃν μὲν τοίνυν οὐκ
ἐποιεῖτό σε χρόνον, οὐδ’ ἐγὼ προσήκονθ’ ἡγούμην, ἐπειδὴ δ’
ἐποιήσατο, κἀγὼ νομίζω. τί τούτου σημεῖον; τῶν πατρῴων
ἔχεις τὸ μέρος μετὰ τὴν τοῦ πατρὸς τελευτήν· ἱερῶν, ὁσίων
μετέχεις· ἀπάγει σ’ οὐδεὶς ἀπὸ τούτων. τί βούλει; ἂν δὲ
φῇ δεινὰ πάσχειν καὶ κλάῃ καὶ ὀδύρηται καὶ κατηγορῇ ἐμοῦ,
ἃ μὲν ἂν λέγῃ, μὴ πιστεύετε (οὐ γὰρ δίκαιον μὴ περὶ τού-
των ὄντος τοῦ λόγου νυνί), ἐκεῖνο δ’ ὑπολαμβάνετε, ὅτι οὐ-
δὲν ἔστ’ αὐτῷ ἧττον δίκην λαμβάνειν Βοιωτῷ κληθέντι. [36] τί
οὖν φιλονικεῖς; μηδαμῶς· μὴ ἔχ’ οὕτω πρὸς ἡμᾶς ἐθελέ-
χθρως· οὐδὲ γὰρ ἐγὼ πρὸς σέ, ἐπεὶ καὶ νῦν, ἵνα μηδὲ τοῦτο
λάθῃ σε, ὑπὲρ σοῦ λέγω μᾶλλον, ἀξιῶν μὴ ταὐτὸν ἔχειν
ὄνομ’ ἡμᾶς. εἰ γὰρ μηδὲν ἄλλο, ἀνάγκη τὸν ἀκούσαντ’
ἐρέσθαι πότερος, δύ’ ἂν ὦσιν Μαντίθεοι Μαντίου. οὐκοῦν,
ὃν ἠναγκάσθη ποιήσασθαι, σὲ ἂν λέγῃ, ἐρεῖ. τί οὖν ἐπι-
θυμεῖς τούτων; ἀνάγνωθι δέ μοι λαβὼν δύο ταυτασὶ μαρ-
τυρίας, ὡς ἐμοὶ Μαντίθεον καὶ τούτῳ Βοιωτὸν ὁ πατὴρ
ὄνομ’ ἔθετο.