Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΠΡΟΟΙΜΙΑ

ΔΗΜ πρ 20.1–3

Γιατί περιττεύουν οι αιτιάσεις και οι κατηγορίες κατά τις αγορεύσεις – Ο στόχος του ομιλητή

[1] Καὶ δίκαιον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ συμφέρον ὑμῖν
ἡγοῦμαι τὰς μὲν αἰτίας καὶ τὰς κατηγορίας, ὅταν βου-
λεύεσθαι δέῃ, παραλείπειν, περὶ τῶν παρόντων δὲ λέγειν ὅ
τι βέλτιστον ἕκαστος ἡγεῖται. ὅτι μὲν γάρ τινων αἰτίων
ὄντων κακῶς τὰ πράγματ’ ἔχει, πάντες ἐπιστάμεθα· ἐξ ὅτου
δὲ τρόπου βελτίω δύναιτ’ ἂν γενέσθαι, τοῦτο τοῦ συμβου-
λεύοντος ἔργον εἰπεῖν. [2] ἔπειτ’ ἔγωγε νομίζω καὶ κατηγόρους
εἶναι τῶν ἀδικούντων χαλεποὺς οὐ τοὺς ἐν τοιούτοις καιροῖς
ἐξετάζοντας τὰ πεπραγμένα, ὅτ’ οὐδεμίαν δώσουσι δίκην,
ἀλλὰ τοὺς τοιοῦτό τι συμβουλεῦσαι δυνηθέντας ἀφ’ οὗ
βελτίω τὰ παρόντα γένοιτ’ ἄν· διὰ γὰρ τούτους ἐφ’ ἡσυχίας
καὶ παρ’ ἐκείνων ἐγγένοιτ’ ἂν ὑμῖν δίκην λαβεῖν. [3] τοὺς μὲν
οὖν ἄλλους λόγους πάντας περιέργους ἡγοῦμαι, ἃ δ’ ἂν οἶμαι
συνενεγκεῖν περὶ ὧν νυνὶ σκοπεῖτε, ταῦτ’ εἰπεῖν πειράσομαι,
τοσοῦτον ἀξιώσας μόνον· ἂν ἄρα του μεμνῶμαι τῶν πεπραγ-
μένων, μὴ κατηγορίας μ’ ἕνεχ’ ἡγεῖσθε λέγειν, ἀλλ’ ἵνα δείξας
ἃ τόθ’ ἡμάρτετε, νῦν ἀποτρέψω ταὐτὰ παθεῖν.