Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΠΡΟΟΙΜΙΑ

ΔΗΜ πρ 6.1–2

Πού στοχεύουν οι ρήτορες που περιορίζονται σε κατηγορίες και δεν εστιάζουν στην ουσία των συζητούμενων προβλημάτων

    [1] Πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι, λόγων εἰρημένων παρὰ
πάντων τῶν συμβεβουλευκότων, οὐδὲν ὑμᾶς νῦν ὁρῶ ὄντας
ἐγγυτέρω τοῦ τί πρακτέον ηὑρῆσθαι ἢ πρὶν εἰς τὴν ἐκκλη-
σίαν ἀναβῆναι. αἴτιον δὲ τούτου ταὔθ’ ὅπερ οἶμαι τοῦ
κακῶς ἔχειν τὰ ὅλα· οὐ γὰρ παραινοῦσιν ὑμῖν ὑπὲρ τῶν
παρόντων οἱ λέγοντες, ἀλλ’ ἑαυτῶν κατηγοροῦσι καὶ λοιδο-
ροῦνται, ὡς μὲν ἐγὼ κρίνω, συνεθίζοντες ὑμᾶς ἄνευ κρίσεως,
ὅσων εἰσὶν αἴτιοι κακῶν, ἀκούειν, ἵν’ ἄν ποτ’ ἄρ’ εἰς ἀγῶνα
καθιστῶνται, μηδὲν ἡγούμενοι καινὸν ἀκούειν, ἀλλ’ ὑπὲρ ὧν
ὤργισθε πολλάκις, πραότεροι δικασταὶ καὶ κριταὶ γίγνησθε
τῶν πεπραγμένων αὐτοῖς. [2] τὴν μὲν οὖν αἰτίαν δι’ ἣν ταῦτα
ποιοῦσιν, ἴσως ἀνόητον ἀκριβῶς ζητεῖν [εἴη ἂν] ἐν τῷ παρόντι·
ὅτι δ’ ὑμῖν οὐχὶ συμφέρει, διὰ τοῦτ’ ἐπιτιμῶ. ἐγὼ δ’ οὔτε
κατηγορήσω τήμερον οὐδενός, οὔθ’ ὑποσχήσομαι τοιοῦτ’
οὐδὲν ὃ μὴ παραχρῆμ’ ἐπιδείξω, οὐδ’ ὅλως τῶν αὐτῶν τούτοις
οὐδὲν ποιήσω· ἀλλ’ ἃ βέλτιστα μὲν τοῖς πράγμασιν, συμφέ-
ροντα δὲ τοῖς βουλευομένοις ὑμῖν ἡγοῦμαι, ταῦθ’ ὡς ἂν
δύνωμαι διὰ βραχυτάτων εἰπὼν καταβήσομαι.