Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΠΡΟΟΙΜΙΑ

ΔΗΜ πρ 5.1–3

Οι ακροατές των λόγων οφείλουν να ακούν με υπομονή όλους τους ομιλητές

    [1] Ὁρῶ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, παντάπασι πρόδηλον ὂν
οὕς τ’ ἂν ἀκούσαιτε λόγους ἡδέως καὶ πρὸς οὓς οὐκ οἰκείως
ἔχετε· οὐ μὴν ἀλλὰ τὸ μὲν λέγειν ἅ τις οἴεται χαριεῖσθαι
τῶν παρακρούσασθαί τι βουλομένων εἶναι νομίζω, τὸ δ’
ὑφίστασθαι, περὶ ὧν πέπεικεν ἑαυτὸν συμφέρειν τῇ πόλει,
καὶ θορυβηθῆναι κἂν ἄλλο τι βούλησθ’ ὑμεῖς, εὔνου καὶ
δικαίου τοῦτο πολίτου κρίνω. [2] βουλοίμην δ’ ἂν ὑμᾶς, εἰ
καὶ μηδὲ δι’ ἓν τῶν ἄλλων, δι’ ἐκεῖν’ ὑπομεῖναι τοὺς λόγους
ἀμφοτέρων, ἵν’ ἐὰν μὲν ὀρθότερον φανῇ τις λέγων ὧν ὑμεῖς
ὡρμήκατε, χρήσησθε τούτῳ, ἂν δ’ ἀπολειφθῇ καὶ μὴ δύνηται
διδάξαι, δι’ αὑτόν, ἀλλὰ μὴ δι’ ὑμᾶς οὐκ ἐθέλοντας ἀκούειν
τοῦτο πεπονθέναι δοκῇ. ἔτι δ’ οὐδὲ πάθοιτ’ ἂν ἀηδὲς οὐδὲν
τοσοῦτον, εἰ πολλά τινος ληροῦντος ἀκούσαιτε, ὅσον εἰ τῶν
δεόντων τι λέγειν ἔχοντός τινος εἰπεῖν κωλύσαιτε. [3] ἡ μὲν
οὖν ἀρχὴ τοῦ δοκιμάζειν ὀρθῶς ἅπαντ’ ἐστὶν μηδὲν οἴεσθαι
πρότερον γιγνώσκειν πρὶν μαθεῖν, ἄλλως τε καὶ συνειδότας
πολλάκις ἤδη πολλοὺς μετεγνωκότας. ἂν τοίνυν ὑμεῖς
ταῦθ’ ὑπάρξητε νῦν πεπεισμένοι, οἴομαι μετὰ βραχέων λόγων
καὶ αὐτὸς ἀντιλέγειν εἰκότως δόξειν καὶ ὑμῖν τὰ βέλτιστα
φανεῖσθαι λέγων.