[24] Ὑπὲρ δὲ χρημάτων καὶ πόρου φανεροῦ τινὸς ἤδη παρά-
δοξον μὲν οἶδα λόγον ὃν μέλλω λέγειν, ὅμως δ’ εἰρήσεται·
πιστεύω γάρ, ἐάν τις ὀρθῶς σκοπῇ, μόνος τἀληθῆ καὶ τὰ
γενησόμεν’ εἰρηκὼς φανεῖσθαι. ἐγώ φημι χρῆναι μὴ λέγειν
νυνὶ περὶ χρημάτων· εἶναι γὰρ πόρον, ἂν δέῃ, μέγαν καὶ
καλὸν καὶ δίκαιον, ὃν ἂν μὲν ἤδη ζητῶμεν, οὐδ’ εἰς τόθ’
ὑπάρχειν ἡγησόμεθ’ ἡμῖν· οὕτω πολὺ τοῦ πορίσαι νῦν
ἀποσχήσομεν· ἐὰν δ’ ἐῶμεν, ἔσται. τίς οὖν ἔσθ’ οὗτος
ὁ νῦν μὲν οὐκ ὤν, ὑπάρξων δ’ εἰς τότε; αἰνίγματι γὰρ
ὅμοιον τοῦτό γε. [25] ἐγὼ φράσω. ὁρᾶτε τὴν πόλιν, ὦ ἄνδρες
Ἀθηναῖοι, πᾶσαν ταύτην. ἐν ταύτῃ χρήματ’ ἔνεστιν ὀλίγου
δέω πρὸς ἁπάσας τὰς ἄλλας εἰπεῖν πόλεις. ταῦτα δ’ οἱ
κεκτημένοι τοιοῦτον ἔχουσι νοῦν ὥστ’, εἰ πάντες οἱ λέγοντες
φοβοῖεν ὡς ἥξει βασιλεύς, ὡς πάρεστιν, ὡς οὐδ’ οἷόν τε
ταῦτ’ ἄλλως ἔχειν, καὶ μετὰ τῶν λεγόντων ἴσοι τὸ πλῆθος
τούτοις χρησμῳδοῖεν, οὐ μόνον οὐκ ἂν εἰσενέγκαιεν, ἀλλ’
οὐδ’ ἂν δόξειαν [οὐδ’ ἂν ὁμολογήσαιεν] κεκτῆσθαι. [26] εἰ μέντοι
τὰ νῦν διὰ τῶν λόγων φοβερὰ ἔργῳ πραττόμεν’ αἴσθοιντο,
οὐδεὶς οὕτως ἠλίθιός ἐστιν ὅστις οὐχὶ κἂν δοίη καὶ πρῶτος
εἰσενέγκαι· τίς γὰρ αἱρήσεται μᾶλλον αὐτὸς καὶ τὰ ὄντ’
ἀπολωλέναι ἢ μέρος τῶν ὄντων ὑπὲρ αὑτοῦ καὶ τῶν λοιπῶν
εἰσενεγκεῖν; χρήματα μὲν δή φημ’ εἶναι τότε, ἂν ὡς ἀληθῶς
δέῃ, πρότερον δ’ οὔ. διὸ μηδὲ ζητεῖν παραινῶ· ὅσα γὰρ νῦν
πορίσαιτ’ ἄν, εἰ προέλοισθε πορίζειν, πλείων ἐστὶ γέλως
τοῦ μηδενός. [27] φέρε γάρ, ἑκατοστήν τις εἰσφέρειν ἐρεῖ νῦν;
οὐκοῦν ἑξήκοντα τάλαντα. ἀλλὰ πεντηκοστήν τις ἐρεῖ, τὸ
διπλοῦν; οὐκοῦν ἑκατὸν καὶ εἴκοσι. καὶ τί τοῦτ’ ἔστι πρὸς
διακοσίας καὶ χιλίας καμήλους, ἃς βασιλεῖ τὰ χρήματ’ ἄγειν
φασὶν οὗτοι; ἀλλὰ θῶ βούλεσθε δωδεκάτην ἡμᾶς εἰσοίσειν,
πεντακόσια τάλαντα; ἀλλ’ οὔτ’ ἂν ἀνάσχοισθε οὔτ’, εἰ
καταθεῖτε, ἄξια τοῦ πολέμου τὰ χρήματα. [28] δεῖ τοίνυν ὑμᾶς
τὰ μὲν ἄλλα παρασκευάσασθαι, τὰ δὲ χρήματα νῦν μὲν
ἐᾶν τοὺς κεκτημένους ἔχειν (οὐδαμοῦ γὰρ ἂν ἐν καλλίονι
σῴζοιτο τῇ πόλει), ἐὰν δέ ποθ’ οὗτος ὁ καιρὸς ἔλθῃ, τόθ’
ἑκόντων εἰσφερόντων αὐτῶν λαμβάνειν. ταῦτα δὲ καὶ δυνάτ’
ἐστίν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ πράττειν καλὰ καὶ συμφέ-
ροντα καὶ βασιλεῖ περὶ ὑμῶν ἐπιτήδει’ ἀπαγγελθῆναι, καὶ
φόβος οὐκ ὀλίγος γένοιτ’ ἂν ἐκείνῳ διὰ τούτων. [29] οἶδε μέν
γε διακοσίαις τριήρεσιν, ὧν ἑκατὸν παρεσχόμεθ’ ἡμεῖς, τοὺς
προγόνους αὐτοῦ χιλίας ἀπολέσαντας ναῦς, ἀκούσεται δὲ
τριακοσίας αὐτοὺς ὑμᾶς νῦν παρεσκευασμένους τριήρεις·
ὥστε μὴ κομιδῇ, μηδ’ εἰ πάνυ μαίνοιτο, νομίσαι ῥᾴδιόν τι
τὸ τὴν ἡμετέραν πόλιν ἐχθρὰν ποιήσασθαι. ἀλλὰ μὴν εἴ
γ’ ἐπὶ χρήμασιν αὐτῷ μέγ’ ἐπέρχεται φρονεῖν, καὶ ταύτην
ἀσθενεστέραν ἀφορμὴν τῆς ὑμετέρας εὑρήσει. [30] ὁ μέν γε
χρυσίον, ὥς φασιν, ἄγει πολύ. τοῦτο δ’ ἂν διαδῷ ζητήσει·
καὶ γὰρ τὰς κρήνας καὶ τὰ φρέατ’ ἐπιλείπειν πέφυκεν, ἄν
τις ἀπ’ αὐτῶν ἁθρόα πολλὰ λαμβάνῃ. ἡμῖν δὲ τὸ τῆς
χώρας τίμημ’ ὑπάρχον ἀφορμὴν [ἑξακισχίλια τάλαντα]
ἀκούσεται, ὑπὲρ ἧς ὡς μὲν τοὺς ἐπιόντας ἐκείνων ἀμυ-
νόμεθα, οἱ Μαραθῶνι τῶν προγόνων αὐτοῦ μάλιστ’ ἂν
εἰδεῖεν, ἕως δ’ ἂν κρατῶμεν, οὐκ ἔνι δήπου χρήμαθ’ ἡμᾶς
ἐπιλείπειν.
[31] Καὶ μὴν οὐδ’ ὅ τινες δεδίασι, μὴ ξενικὸν πολὺ συστή-
σηται χρήματ’ ἔχων, ἀληθὲς εἶναί μοι δοκεῖ. ἐγὼ γὰρ
ἡγοῦμαι ἐπὶ μὲν Αἴγυπτον καὶ Ὀρόνταν καί τινας τῶν
ἄλλων βαρβάρων πολλοὺς ἂν ἐθελῆσαι τῶν Ἑλλήνων μι-
σθοφορεῖν παρ’ ἐκείνῳ, οὐχ ἵν’ ἐκεῖνος ἕλῃ τινὰ τούτων, ἀλλ’
ἵν’ εὐπορίαν τιν’ ἕκαστος ἑαυτῷ κτησάμενος ἀπαλλαγῇ τῆς
ὑπαρχούσης πενίας· ἐπὶ δὲ τὴν Ἑλλάδα Ἕλλην’ οὐδέν’
ἂν ἐλθεῖν ἡγοῦμαι. ποῖ γὰρ αὐτὸς τρέψεται μετὰ ταῦτα;
εἰς Φρυγίαν ἐλθὼν δουλεύσει; [32] οὐ γὰρ ὑπὲρ ἄλλου τινός
ἐστιν ὁ πρὸς τὸν βάρβαρον πόλεμος ἢ περὶ χώρας καὶ
βίου καὶ ἐθῶν καὶ ἐλευθερίας καὶ πάντων τῶν τοιούτων.
τίς οὖν οὕτως δυστυχής ἐστιν ὅστις ἑαυτόν, γονέας, τάφους,
πατρίδα εἵνεκα κέρδους βραχέος προέσθαι βουλήσεται;
ἐγὼ μὲν οὐδέν’ ἡγοῦμαι. οὐ μὴν οὐδ’ ἐκείνῳ συμφέρει
ξένοις κρατῆσαι τῶν Ἑλλήνων· οἱ γὰρ ἡμῶν κρατή-
σαντες ἐκείνου γε πάλαι κρείττους ὑπάρχουσιν· βούλεται
δ’ ἐκεῖνος οὐκ ἀνελὼν ἡμᾶς ἐπ’ ἄλλοις εἶναι, ἀλλὰ μάλιστα
μὲν πάντων, εἰ δὲ μή, τῶν γ’ ὑπαρχόντων δούλων ἑαυτῷ νῦν
ἄρχειν.
|