Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΠΕΡΙ ΤΩΝ ΕΝ ΧΕΡΡΟΝΗΣΩ

ΔΗΜ 8.48–51

Επιβάλλεται να προλάβουν οι Αθηναίοι την περαιτέρω ενίσχυση της μακεδονικής δύναμης
Ο ρήτορας αποκάλυψε τους αληθινούς στόχους του Φιλίππου και επανέλαβε τις προτάσεις του για διατήρηση και ενίσχυση του στρατεύματος του Διοπείθη (βλ. και ΔΗΜ 8.13–18).

    [48] Εἰ δέ τῳ δοκεῖ ταῦτα καὶ δαπάνης μεγάλης καὶ πόνων
πολλῶν καὶ πραγματείας εἶναι, καὶ μάλ’ ὀρθῶς δοκεῖ· ἀλλ’
ἐὰν λογίσηται τὰ τῇ πόλει μετὰ ταῦτα γενησόμενα, ἂν ταῦτα
μὴ ’θέλῃ, εὑρήσει λυσιτελοῦν τὸ ἑκόντας ποιεῖν τὰ δέοντα.
[49] εἰ μὲν γάρ ἐστί τις ἐγγυητὴς θεῶν (οὐ γὰρ ἀνθρώπων γ’
οὐδεὶς ἂν γένοιτ’ ἀξιόχρεως τηλικούτου πράγματος) ὡς, ἐὰν
ἄγηθ’ ἡσυχίαν καὶ ἅπαντα προῆσθε, οὐκ ἐπ’ αὐτοὺς ὑμᾶς
τελευτῶν ἐκεῖνος ἥξει, αἰσχρὸν μὲν νὴ τὸν Δία καὶ πάντας
θεοὺς καὶ ἀνάξιον ὑμῶν καὶ τῶν ὑπαρχόντων τῇ πόλει καὶ
πεπραγμένων τοῖς προγόνοις, τῆς ἰδίας ἕνεκα ῥᾳθυμίας τοὺς
ἄλλους πάντας Ἕλληνας εἰς δουλείαν προέσθαι, καὶ ἔγωγ’
αὐτὸς μὲν τεθνάναι μᾶλλον ἂν ἢ ταῦτ’ εἰρηκέναι βουλοίμην· οὐ
μὴν ἀλλ’ εἴ τις ἄλλος λέγει καὶ ὑμᾶς πείθει, ἔστω, μὴ ἀμύνεσθε,
ἅπαντα πρόεσθε. [50] εἰ δὲ μηδενὶ τοῦτο δοκεῖ, τοὐναντίον δὲ
πρόϊσμεν ἅπαντες, ὅτι ὅσῳ ἂν πλειόνων ἐάσωμεν ἐκεῖνον
γενέσθαι κύριον, τοσούτῳ χαλεπωτέρῳ καὶ ἰσχυροτέρῳ χρη-
σόμεθ’ ἐχθρῷ, ποῖ ἀναδυόμεθα; ἢ τί μέλλομεν; ἢ πότ’, ὦ
ἄνδρες Ἀθηναῖοι, τὰ δέοντα ποιεῖν ἐθελήσομεν; [51] ὅταν νὴ
Δί’ ἀναγκαῖον ᾖ. ἀλλ’ ἣν μὲν ἄν τις ἐλευθέρων ἀνθρώπων
ἀνάγκην εἴποι, οὐ μόνον ἤδη πάρεστιν, ἀλλὰ καὶ πάλαι
παρελήλυθε, τὴν δὲ τῶν δούλων ἀπεύχεσθαι δήπου μὴ
γενέσθαι δεῖ. διαφέρει δὲ τί; ὅτι ἐστὶν ἐλευθέρῳ μὲν
ἀνθρώπῳ μεγίστη ἀνάγκη ἡ ὑπὲρ τῶν γιγνομένων αἰσχύνη,
καὶ μείζω ταύτης οὐκ οἶδ’ ἥντιν’ ἂν εἴποιμεν· δούλῳ δὲ
πληγαὶ καὶ ὁ τοῦ σώματος αἰκισμός, ἃ μήτε γένοιτο οὔτε
λέγειν ἄξιον.