Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΠΕΡΙ ΤΩΝ ΕΝ ΧΕΡΡΟΝΗΣΩ

ΔΗΜ 8.38–42

Ο Φίλιππος είναι εχθρός της Αθήνας και του πολιτεύματός της
Ο ρήτορας, αποκρούοντας τις επιθέσεις της φιλομακεδονικής μερίδας εναντίον του στρατηγού Διοπείθη (βλ. σχετικά ΔΗΜ 8.13–18), αιτιολόγησε τις επιλογές του τελευταίου και επέκρινε για μια ακόμη φορά (βλ. και ΔΗΜ 8.21–23) τους συμπολίτες του, κατηγορώντας τους για ακρισία, αναποφασιστικότητα και αδυναμία εκμετάλλευσης των ευνοϊκών συγκυριών.

    [38] Εἰσὶ τοίνυν τινὲς οἳ τότ’ ἐξελέγχειν τὸν παριόντ’ οἴονται,
ἐπειδὰν ἐρωτήσωσι «τί οὖν χρὴ ποιεῖν;» οἷς ἐγὼ μὲν τὸ
δικαιότατον καὶ ἀληθέστατον τοῦτ’ ἀποκρινοῦμαι, ταῦτα μὴ
ποιεῖν ἃ νυνὶ ποιεῖτε, οὐ μὴν ἀλλὰ καὶ καθ’ ἕκαστον ἀκριβῶς
ἐρῶ. καὶ ὅπως, ὥσπερ ἐρωτῶσι προθύμως, οὕτω καὶ ποιεῖν
ἐθελήσουσιν. [39] πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο παρ’
ὑμῖν αὐτοῖς βεβαίως γνῶναι, ὅτι τῇ πόλει Φίλιππος πολεμεῖ
καὶ τὴν εἰρήνην λέλυκεν (καὶ παύσασθε περὶ τούτου κατη-
γοροῦντες ἀλλήλων) καὶ κακόνους μέν ἐστι καὶ ἐχθρὸς ὅλῃ
τῇ πόλει καὶ τῷ τῆς πόλεως ἐδάφει, [40] προσθήσω δὲ καὶ τοῖς
ἐν τῇ πόλει πᾶσιν ἀνθρώποις, καὶ τοῖς μάλιστ’ οἰομένοις αὐτῷ
χαρίζεσθαι (εἰ δὲ μή, σκεψάσθων Εὐθυκράτη καὶ Λασθένη
τοὺς Ὀλυνθίους, οἳ δοκοῦντες οἰκειότατ’ αὐτῷ διακεῖσθαι,
ἐπειδὴ τὴν πόλιν προὔδοσαν, πάντων κάκιστ’ ἀπολώλασιν),
οὐδενὶ μέντοι μᾶλλον ἢ τῇ πολιτείᾳ πολεμεῖ οὐδ’ ἐπιβουλεύει,
καὶ σκοπεῖ μᾶλλον οὐδὲ ἓν τῶν πάντων, ἢ πῶς ταύτην κατα-
λύσει. [41] καὶ τοῦτ’ εἰκότως τρόπον τινὰ πράττει· οἶδεν γὰρ
ἀκριβῶς ὅτι οὐδ’ ἂν πάντων τῶν ἄλλων γένηται κύριος,
οὐδὲν ἔστ’ αὐτῷ βεβαίως ἔχειν, ἕως ἂν ὑμεῖς δημοκρατῆσθε,
ἀλλ’ ἐάν ποτε συμβῇ τι πταῖσμα, ἃ πολλὰ γένοιτ’ ἂν ἀνθρώπῳ,
ἥξει πάντα τὰ νῦν συμβεβιασμένα καὶ καταφεύξεται πρὸς
ὑμᾶς· [42] ἐστὲ γὰρ ὑμεῖς οὐκ αὐτοὶ πλεονεκτῆσαι καὶ κατασχεῖν
ἀρχὴν εὖ πεφυκότες, ἀλλ’ ἕτερον λαβεῖν κωλῦσαι καὶ ἔχοντ’
ἀφελέσθαι δεινοί, καὶ ὅλως ἐνοχλῆσαι τοῖς ἄρχειν βουλο-
μένοις καὶ πάντας ἀνθρώπους εἰς ἐλευθερίαν ἐξελέσθαι
ἕτοιμοι. οὔκουν βούλεται τοῖς ἑαυτοῦ καιροῖς τὴν παρ’
ὑμῶν ἐλευθερίαν ἐφεδρεύειν, οὐδὲ πολλοῦ δεῖ, οὐ κακῶς οὐδ’
ἀργῶς ταῦτα λογιζόμενος.