Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΠΕΡΙ ΤΩΝ ΕΝ ΧΕΡΡΟΝΗΣΩ

ΔΗΜ 8.21–23

Οι πολιτικές επιλογές και αποφάσεις των Αθηναίων βλάπτουν τα συμφέροντα της πόλης
Ο ρήτορας τόνισε ότι οι συμπολίτες του όφειλαν όχι μόνο να διατηρήσουν το στράτευμα του Διοπείθη (βλ. ΔΗΜ 8.13–18), αλλά και να στείλουν στη Θράκη ενισχύσεις. Και συνεχίζει:

    [21] Βούλομαι τοίνυν [ὑμᾶς] μετὰ παρρησίας ἐξετάσαι τὰ
παρόντα πράγματα τῇ πόλει, καὶ σκέψασθαι τί ποιοῦμεν
αὐτοὶ νῦν καὶ ὅπως χρώμεθ’ αὐτοῖς. ἡμεῖς οὔτε χρήματ’
εἰσφέρειν βουλόμεθα, οὔτ’ αὐτοὶ στρατεύεσθαι, οὔτε τῶν
κοινῶν ἀπέχεσθαι δυνάμεθα, οὔτε τὰς συντάξεις Διοπείθει
δίδομεν, οὔθ’ ὅσ’ ἂν αὐτὸς αὑτῷ πορίσηται ἐπαινοῦμεν, [22] ἀλλὰ
βασκαίνομεν καὶ σκοποῦμεν πόθεν, καὶ τί μέλλει ποιεῖν, καὶ
πάντα τὰ τοιαυτί, οὔτ’, ἐπειδήπερ οὕτως ἔχομεν, τὰ ἡμέτερ’
αὐτῶν πράττειν ἐθέλομεν, ἀλλ’ ἐν μὲν τοῖς λόγοις τοὺς τῆς
πόλεως λέγοντας ἄξι’ ἐπαινοῦμεν, ἐν δὲ τοῖς ἔργοις τοῖς
ἐναντιουμένοις τούτοις συναγωνιζόμεθα. [23] ὑμεῖς μὲν τοίνυν
εἰώθαθ’ ἑκάστοτε τὸν παριόντ’ ἐρωτᾶν, τί οὖν χρὴ ποιεῖν;
ἐγὼ δ’ ὑμᾶς ἐρωτῆσαι βούλομαι, τί οὖν χρὴ λέγειν; εἰ γὰρ
μήτ’ εἰσοίσετε, μήτ’ αὐτοὶ στρατεύσεσθε, μήτε τῶν κοινῶν
ἀφέξεσθε, μήτε τὰς συντάξεις δώσετε, μήθ’ ὅσ’ ἂν αὐτὸς
αὑτῷ πορίσηται ἐάσετε, μήτε τὰ ὑμέτερ’ αὐτῶν πράττειν
ἐθελήσετε, οὐκ ἔχω τί λέγω. οἱ γὰρ ἤδη τοσαύτην ἐξουσίαν
τοῖς αἰτιᾶσθαι καὶ διαβάλλειν βουλομένοις διδόντες, ὥστε
καὶ περὶ ὧν φασι μέλλειν αὐτὸν ποιεῖν, καὶ περὶ τούτων
προκατηγορούντων ἀκροᾶσθαι, ―τί ἄν τις λέγοι;