[270] Βούλομαι δὲ τῶν ἰδίων ἀπαλλαγεὶς ἔτι μικρὰ πρὸς ὑμᾶς
εἰπεῖν περὶ τῶν κοινῶν. εἰ μὲν γὰρ ἔχεις, Αἰσχίνη, τῶν
ὑπὸ τοῦτον τὸν ἥλιον εἰπεῖν ἀνθρώπων ὅστις ἀθῷος τῆς
Φιλίππου πρότερον καὶ νῦν τῆς Ἀλεξάνδρου δυναστείας
γέγονεν, ἢ τῶν Ἑλλήνων ἢ τῶν βαρβάρων, ἔστω, συγχωρῶ
τὴν ἐμὴν εἴτε τύχην εἴτε δυστυχίαν ὀνομάζειν βούλει πάν-
των αἰτίαν γεγενῆσθαι. [271] εἰ δὲ καὶ τῶν μηδεπώποτ’ ἰδόντων
ἐμὲ μηδὲ φωνὴν ἀκηκοότων ἐμοῦ πολλοὶ πολλὰ καὶ δεινὰ
πεπόνθασι, μὴ μόνον κατ’ ἄνδρα, ἀλλὰ καὶ πόλεις ὅλαι καὶ
ἔθνη, πόσῳ δικαιότερον καὶ ἀληθέστερον τὴν ἁπάντων, ὡς
ἔοικεν, ἀνθρώπων τύχην κοινὴν καὶ φοράν τινα πραγμάτων
χαλεπὴν καὶ οὐχ οἵαν ἔδει τούτων αἰτίαν ἡγεῖσθαι. [272] σὺ
τοίνυν ταῦτ’ ἀφεὶς ἐμὲ τὸν παρὰ τουτοισὶ πεπολιτευμένον
αἰτιᾷ, καὶ ταῦτ’ εἰδὼς ὅτι, καὶ εἰ μὴ τὸ ὅλον, μέρος γ’ ἐπι-
βάλλει τῆς βλασφημίας ἅπασι, καὶ μάλιστα σοί. εἰ μὲν
γὰρ ἐγὼ κατ’ ἐμαυτὸν αὐτοκράτωρ περὶ τῶν πραγμάτων
ἐβουλευόμην, ἦν ἂν τοῖς ἄλλοις ῥήτορσιν ὑμῖν ἔμ’ αἰτιᾶσθαι·
[273] εἰ δὲ παρῆτε μὲν ἐν ταῖς ἐκκλησίαις ἁπάσαις, ἀεὶ δ’ ἐν
κοινῷ τὸ συμφέρον ἡ πόλις προὐτίθει σκοπεῖν, πᾶσι δὲ ταῦτ’
ἐδόκει τότ’ ἄριστ’ εἶναι, καὶ μάλιστα σοί (οὐ γὰρ ἐπὶ εὐνοίᾳ
γ’ ἐμοὶ παρεχώρεις ἐλπίδων καὶ ζήλου καὶ τιμῶν, ἃ πάντα
προσῆν τοῖς τότε πραττομένοις ὑπ’ ἐμοῦ, ἀλλὰ τῆς ἀληθείας
ἡττώμενος δηλονότι καὶ τῷ μηδὲν ἔχειν εἰπεῖν βέλτιον), πῶς
οὐκ ἀδικεῖς καὶ δεινὰ ποιεῖς τούτοις νῦν ἐγκαλῶν ὧν τότ’
οὐκ εἶχες λέγειν βελτίω; [274] παρὰ μὲν τοίνυν τοῖς ἄλλοις ἔγωγ’
ὁρῶ πᾶσιν ἀνθρώποις διωρισμένα καὶ τεταγμένα πως τὰ
τοιαῦτα. ἀδικεῖ τις ἑκών· ὀργὴν καὶ τιμωρίαν κατὰ τούτου.
ἐξήμαρτέ τις ἄκων· συγγνώμην ἀντὶ τῆς τιμωρίας τούτῳ.
οὔτ’ ἀδικῶν τις οὔτ’ ἐξαμαρτάνων εἰς τὰ πᾶσι δοκοῦντα
συμφέρειν ἑαυτὸν δοὺς οὐ κατώρθωσεν μεθ’ ἁπάντων· οὐκ
ὀνειδίζειν οὐδὲ λοιδορεῖσθαι τῷ τοιούτῳ δίκαιον, ἀλλὰ συνά-
χθεσθαι. [275] φανήσεται ταῦτα πάνθ’ οὕτως οὐ μόνον ἐν τοῖς
νόμοις, ἀλλὰ καὶ ἡ φύσις αὐτὴ τοῖς ἀγράφοις νομίμοις καὶ
τοῖς ἀνθρωπίνοις ἤθεσιν διώρικεν. Αἰσχίνης τοίνυν τοσοῦ-
τον ὑπερβέβληκεν ἅπαντας ἀνθρώπους ὠμότητι καὶ συκο-
φαντίᾳ, ὥστε καὶ ὧν αὐτὸς ὡς ἀτυχημάτων ἐμέμνητο, καὶ
ταῦτ’ ἐμοῦ κατηγορεῖ.
|