Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΥΠΕΡ ΚΤΗΣΙΦΩΝΤΟΣ ΠΕΡΙ ΤΟΥ ΣΤΕΦΑΝΟΥ

ΔΗΜ 18.160–163

Ο Δημοσθένης αποσόβησε τον κίνδυνο της ρήξης Θηβαίων–Αθηναίων
Ο Δημοσθένης υποστήριξε ότι ο Αισχίνης εξυπηρέτησε τα μακεδονικά σχέδια για σύμπραξη Μακεδόνων και Θηβαίων εναντίον των Αθηναίων, επινοώντας την ιστορία της καταπάτησης των ιερών κτημάτων των Δελφών από τους Αμφισσείς, που έδωσε την ευκαιρία στον Φίλιππο να εισβάλει ως αρχιστράτηγος των Αμφικτυόνων στη Φωκίδα, με υποτιθέμενο στόχο την τιμωρία των ιερόσυλων (339 π.Χ.). Και συνεχίζει:

    [160] Συμβέβηκε τοίνυν μοι τῶν κατὰ τῆς πατρίδος τούτῳ
πεπραγμένων ἁψαμένῳ εἰς ἃ τούτοις ἐναντιούμενος αὐτὸς
πεπολίτευμαι ἀφῖχθαι· ἃ πολλῶν μὲν εἵνεκ’ ἂν εἰκότως
ἀκούσαιτέ μου, μάλιστα δ’ ὅτι αἰσχρόν ἐστιν, ὦ ἄνδρες
Ἀθηναῖοι, εἰ ἐγὼ μὲν τὰ ἔργα τῶν ὑπὲρ ὑμῶν πόνων ὑπέ-
μεινα, ὑμεῖς δὲ μηδὲ τοὺς λόγους αὐτῶν ἀνέξεσθε. [161] ὁρῶν
γὰρ ἐγὼ Θηβαίους, σχεδὸν δὲ καὶ ὑμᾶς ὑπὸ τῶν τὰ Φιλίπ-
που φρονούντων καὶ διεφθαρμένων παρ’ ἑκατέροις, ὃ μὲν
ἦν ἀμφοτέροις φοβερὸν καὶ φυλακῆς πολλῆς δεόμενον, τὸ
τὸν Φίλιππον ἐᾶν αὐξάνεσθαι, παρορῶντας καὶ οὐδὲ καθ’
ἓν φυλαττομένους, εἰς ἔχθραν δὲ καὶ τὸ προσκρούειν ἀλλή-
λοις ἑτοίμως ἔχοντας, ὅπως τοῦτο μὴ γένοιτο παρατηρῶν
διετέλουν, οὐκ ἀπὸ τῆς ἐμαυτοῦ γνώμης μόνον ταῦτα συμ-
φέρειν ὑπολαμβάνων, [162] ἀλλ’ εἰδὼς Ἀριστοφῶντα καὶ πάλιν
Εὔβουλον πάντα τὸν χρόνον βουλομένους πρᾶξαι ταύτην
τὴν φιλίαν, καὶ περὶ τῶν ἄλλων πολλάκις ἀντιλέγοντας
ἑαυτοῖς τοῦθ’ ὁμογνωμονοῦντας ἀεί. οὓς σὺ ζῶντας μέν,
ὦ κίναδος, κολακεύων παρηκολούθεις, τεθνεώτων δ’ οὐκ
αἰσθάνει κατηγορῶν· ἃ γὰρ περὶ Θηβαίων ἐπιτιμᾷς ἐμοί,
ἐκείνων πολὺ μᾶλλον ἢ ἐμοῦ κατηγορεῖς, τῶν πρότερον ἢ
ἐγὼ ταύτην τὴν συμμαχίαν δοκιμασάντων. [163] ἀλλ’ ἐκεῖσ’
ἐπάνειμι, ὅτι τὸν ἐν Ἀμφίσσῃ πόλεμον τούτου μὲν ποιή-
σαντος, συμπεραναμένων δὲ τῶν ἄλλων τῶν συνεργῶν αὐτῷ
τὴν πρὸς Θηβαίους ἔχθραν, συνέβη τὸν Φίλιππον ἐλθεῖν
ἐφ’ ἡμᾶς, οὗπερ εἵνεκα τὰς πόλεις οὗτοι συνέκρουον, καὶ εἰ
μὴ προεξανέστημεν μικρόν, οὐδ’ ἀναλαβεῖν ἂν ἠδυνήθημεν·
οὕτω μέχρι πόρρω προήγαγον οὗτοι. ἐν οἷς δ’ ἦτ’ ἤδη τὰ
πρὸς ἀλλήλους, τουτωνὶ τῶν ψηφισμάτων ἀκούσαντες καὶ
τῶν ἀποκρίσεων εἴσεσθε. Καί μοι λέγε ταῦτα λαβών.