[30] Ἐπειδὴ τοίνυν ὑμῖν ἐγνωκέναι τὰ δίκαια [ποιεῖν] ὑπάρχει,
ὅπως καὶ πρᾶξαι ταῦτ’ ἐφ’ ὑμῖν ἔσται δεῖ σκοπεῖν. ἔστι δὲ
ταῦτ’, ἐὰν ὑποληφθῆτε κοινοὶ προστάται τῆς πάντων ἐλευ-
θερίας εἶναι. εἰκότως δέ μοι δοκεῖ χαλεπώτατον ὑμῖν εἶναι
πρᾶξαι τὰ δέοντα. τοῖς μὲν γὰρ ἄλλοις ἅπασιν ἀνθρώποις
εἷς ἀγών ἐστιν ὁ πρὸς τοὺς προδήλους ἐχθρούς, ὧν ἂν κρατή-
σωσιν, οὐδὲν ἐμποδὼν αὐτοῖς κυρίοις τῶν ἀγαθῶν εἶναι·
[31] ὑμῖν δ’, ὦ ἄνδρες Ἀθηναῖοι, δύο, οὗτός θ’ ὁ καὶ τοῖς ἄλλοις
καὶ πρόσεσθ’ ἕτερος τούτου πρότερος καὶ μείζων· δεῖ γὰρ
ὑμᾶς βουλευομένους κρατῆσαι τῶν τἀναντία τῇ πόλει παρ’
ὑμῖν πράττειν προῃρημένων. ὅταν οὖν μηδὲν ᾖ διὰ τούτους
ἀκονιτεὶ τῶν δεόντων γενέσθαι, πολλῶν διαμαρτάνειν ὑμᾶς
εἰκότως συμβαίνει. [32] τοῦ μέντοι πολλοὺς ἀδεῶς ταύτην τὴν
τάξιν αἱρεῖσθαι τῆς πολιτείας, ἴσως μὲν αἱ παρὰ τῶν μισθοδο-
τούντων αὐτοὺς ὠφέλειαι μάλιστ’ αἴτιαι, οὐ μὴν ἀλλὰ καὶ
ὑμᾶς ἄν τις ἔχοι δικαίως αἰτιᾶσθαι. ἐχρῆν γάρ, ὦ ἄνδρες
Ἀθηναῖοι, τὴν αὐτὴν ἔχειν διάνοιαν ὑμᾶς περὶ τῆς ἐν τῇ
πολιτείᾳ τάξεως ἥνπερ περὶ τῆς ἐν ταῖς στρατείαις ἔχετε.
τίς οὖν ἐστιν αὕτη; ὑμεῖς τὸν λιπόντα τὴν ὑπὸ τοῦ στρα-
τηγοῦ τάξιν ταχθεῖσαν, ἄτιμον οἴεσθε προσήκειν εἶναι καὶ
μηδενὸς τῶν κοινῶν μετέχειν. [33] χρῆν τοίνυν καὶ τοὺς τὴν
ὑπὸ τῶν προγόνων τάξιν ἐν τῇ πολιτείᾳ παραδεδομένην
λιπόντας καὶ πολιτευομένους ὀλιγαρχικῶς ἀτίμους τοῦ συμ-
βουλεύειν ὑμῖν αὐτοῖς ποιεῖσθαι· νῦν δὲ τῶν μὲν συμμάχων
τοὺς τὸν αὐτὸν ἐχθρὸν καὶ φίλον κρινεῖν ὀμωμοκότας νομίζετ’
εὐνουστάτους, τῶν δὲ πολιτευομένων οὓς ἴστε σαφῶς τοὺς
τῆς πόλεως ἐχθροὺς ᾑρημένους, τούτους πιστοτάτους ἡγεῖσθε.
[34] Ἀλλὰ γὰρ οὐχ ὅ τι τις κατηγορήσει τούτων ἢ τοῖς ἄλλοις
ὑμῖν ἐπιπλήξει χαλεπὸν εὑρεῖν, ἀλλ’ ἀφ’ ὁποίων λόγων ἢ
πράξεως ποίας ἐπανορθώσεταί τις ἃ νῦν οὐκ ὀρθῶς ἔχει,
τοῦτ’ ἔργον εὑρεῖν. ἴσως μὲν οὖν οὐδὲ τοῦ παρόντος καιροῦ
περὶ πάντων λέγειν· ἀλλ’ ἐὰν ἃ προῄρησθε δυνηθῆτ’ ἐπικυ-
ρῶσαι συμφερούσῃ τινὶ πράξει, καὶ τἆλλ’ ἂν ἴσως καθ’ ἓν
ἀεὶ βέλτιον σχοίη. [35] ἐγὼ μὲν οὖν οἶμαι δεῖν ὑμᾶς ἀντιλαμ-
βάνεσθαι τῶν πραγμάτων τούτων ἐρρωμένως, καὶ πράττειν
ἄξια τῆς πόλεως, ἐνθυμουμένους ὅτι χαίρετ’ ἀκούοντες, ὅταν
τις ἐπαινῇ τοὺς προγόνους ὑμῶν καὶ τὰ πεπραγμέν’ ἐκείνοις
διεξίῃ καὶ τὰ τρόπαια λέγῃ. νομίζετε τοίνυν ταῦτ’ ἀναθεῖναι
τοὺς προγόνους ὑμῶν οὐχ ἵνα θαυμάζητ’ αὐτὰ θεωροῦντες,
ἀλλ’ ἵνα καὶ μιμῆσθε τὰς τῶν ἀναθέντων ἀρετάς.
|