Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΠΕΡΙ ΤΗΣ ΡΟΔΙΩΝ ΕΛΕΥΘΕΡΙΑΣ

ΔΗΜ 15.21–29

(ΔΗΜ 15. Πίστις: §5–34) Και το δίκαιο επιβάλλει τη συνδρομή προς τους Ροδίους – Το παράδειγμα των Αργείων – Οι παρασπονδίες των αντιπάλων και οι αντιφάσεις των συνθηκών

[21] ἔπειτα καὶ δίκαιον, ὦ ἄνδρες
Ἀθηναῖοι, δημοκρατουμένους αὐτοὺς τοιαῦτα φρονοῦντας
φαίνεσθαι περὶ τῶν ἀτυχούντων δήμων, οἷάπερ ἂν τοὺς
ἄλλους ἀξιώσαιτε φρονεῖν περὶ ὑμῶν, εἴ ποθ’, ὃ μὴ γένοιτο,
τοιοῦτό τι συμβαίη. καὶ γὰρ εἰ δίκαιά τις φήσει Ῥοδίους
πεπονθέναι, οὐκ ἐπιτήδειος ὁ καιρὸς ἐφησθῆναι· δεῖ γὰρ τοὺς
εὐτυχοῦντας περὶ τῶν ἀτυχούντων ἀεὶ φαίνεσθαι τὰ βέλ-
τιστα βουλευομένους, ἐπειδήπερ ἄδηλον τὸ μέλλον ἅπασιν
ἀνθρώποις.

    [22] Ἀκούω δ’ ἐγὼ πολλάκις ἐνταυθὶ παρ’ ὑμῖν τινῶν λεγόντων
ὡς, ὅτ’ ἠτύχησεν ὁ δῆμος ἡμῶν, συνεβουλήθησάν τινες αὐτὸν
σωθῆναι· ὧν ἐγὼ μόνων Ἀργείων ἐν τῷ παρόντι μνησθή-
σομαι βραχύ τι. οὐ γὰρ ἂν ὑμᾶς βουλοίμην, δόξαν ἔχοντας
τοῦ σῴζειν τοὺς ἀτυχοῦντας ἀεί, χείρους Ἀργείων ἐν ταύτῃ
τῇ πράξει φανῆναι, οἳ χώραν ὅμορον τῇ Λακεδαιμονίων
οἰκοῦντες, ὁρῶντες ἐκείνους γῆς καὶ θαλάττης ἄρχοντας, οὐκ
ἀπώκνησαν οὐδ’ ἐφοβήθησαν εὐνοϊκῶς ὑμῖν ἔχοντες φανῆναι,
ἀλλὰ καὶ πρέσβεις ἐλθόντας ἐκ Λακεδαίμονος, ὥς φασιν,
ἐξαιτήσοντάς τινας τῶν φυγάδων τῶν ὑμετέρων ἐψηφίσαντο,
ἐὰν μὴ πρὸ ἡλίου δύντος ἀπαλλάττωνται, πολεμίους κρίνειν.
[23] εἶτ’ οὐκ αἰσχρόν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ τὸ μὲν Ἀργείων
πλῆθος οὐκ ἐφοβήθη τὴν Λακεδαιμονίων ἀρχὴν ἐν ἐκείνοις
τοῖς καιροῖς οὐδὲ τὴν ῥώμην, ὑμεῖς δ’ ὄντες Ἀθηναῖοι βάρ-
βαρον ἄνθρωπον, καὶ ταῦτα γυναῖκα, φοβήσεσθε; καὶ μὴν οἱ
μὲν ἔχοιεν ἂν εἰπεῖν ὅτι πολλάκις ἥττηνται [ὑπὸ] Λακεδαι-
μονίων, ὑμεῖς δὲ νενικήκατε μὲν πολλάκις βασιλέα, ἥττησθε
δ’ οὐδ’ ἅπαξ οὔτε τῶν δούλων τῶν βασιλέως οὔτ’ αὐτοῦ
’κείνου· εἰ γάρ τί που κεκράτηκε τῆς πόλεως βασιλεύς, ἢ
τοὺς πονηροτάτους τῶν Ἑλλήνων καὶ προδότας αὐτῶν χρή-
μασι πείσας ἢ οὐδαμῶς ἄλλως κεκράτηκεν. [24] καὶ οὐδὲ τοῦτ’
αὐτῷ συνενήνοχεν, ἀλλ’ ἅμ’ εὑρήσετ’ αὐτὸν τήν τε πόλιν
διὰ Λακεδαιμονίων ἀσθενῆ ποιήσαντα καὶ περὶ τῆς αὑτοῦ
βασιλείας κινδυνεύσαντα πρὸς Κλέαρχον καὶ Κῦρον. οὔτ’
οὖν ἐκ φανεροῦ κεκράτηκεν οὔτ’ ἐπιβουλεῦσαι συνενήνοχεν
αὐτῷ. ὁρῶ δ’ ὑμῶν ἐνίους Φιλίππου μὲν ὡς ἄρ’ οὐδενὸς
ἀξίου πολλάκις ὀλιγωροῦντας, βασιλέα δ’ ὡς ἰσχυρὸν ἐχθρὸν
οἷς ἂν προέληται φοβουμένους. εἰ δὲ τὸν μὲν ὡς φαῦλον
οὐκ ἀμυνούμεθα, τῷ δ’ ὡς φοβερῷ πάνθ’ ὑπείξομεν, πρὸς
τίνας, ὦ ἄνδρες Ἀθηναῖοι, παραταξόμεθα;

    [25] Εἰσὶ δέ τινες, ὦ ἄνδρες Ἀθηναῖοι, παρ’ ὑμῖν δεινότατοι
τὰ δίκαια λέγειν ὑπὲρ τῶν ἄλλων πρὸς ὑμᾶς, οἷς παραινέ-
σαιμ’ ἂν ἔγωγε τοσοῦτον μόνον, ὑπὲρ ὑμῶν πρὸς τοὺς ἄλλους
ζητεῖν τὰ δίκαια λέγειν, ἵν’ αὐτοὶ τὰ προσήκοντα πρῶτοι
φαίνωνται ποιοῦντες· ὡς ἔστ’ ἄτοπον περὶ τῶν δικαίων ὑμᾶς
διδάσκειν αὐτὸν οὐ δίκαια ποιοῦντα· οὐ γάρ ἐστι δίκαιον
ὄντα πολίτην τοὺς καθ’ ὑμῶν λόγους, ἀλλὰ μὴ τοὺς ὑπὲρ
ὑμῶν ἐσκέφθαι. [26] φέρε γὰρ πρὸς θεῶν σκοπεῖτε, τί δήποτ’ ἐν
Βυζαντίῳ οὐδείς ἐσθ’ ὁ διδάξων ἐκείνους μὴ καταλαμβάνειν
Χαλκηδόνα, ἣ βασιλέως μέν ἐστιν, εἴχετε δ’ αὐτὴν ὑμεῖς,
ἐκείνοις δ’ οὐδαμόθεν προσῆκεν· μηδὲ Σηλυμβρίαν, πόλιν
ὑμετέραν ποτὲ σύμμαχον οὖσαν, ὡς αὑτοὺς συντελῆ ποιεῖν
καὶ Βυζαντίων ὁρίζειν τὴν τούτων χώραν παρὰ τοὺς ὅρκους
καὶ τὰς συνθήκας, ἐν αἷς αὐτονόμους τὰς πόλεις εἶναι
γέγραπται; [27] οὐδὲ Μαύσωλον ζῶντα, οὐδὲ τελευτήσαντος
ἐκείνου τὴν Ἀρτεμισίαν οὐδείς ἐσθ’ ὁ διδάξων μὴ κατα-
λαμβάνειν Κῶν καὶ Ῥόδον καὶ ἄλλας ἑτέρας πόλεις Ἑλλη-
νίδας, ὧν βασιλεὺς ὁ ’κείνων δεσπότης ἐν ταῖς συνθήκαις
ἀπέστη τοῖς Ἕλλησι, καὶ περὶ ὧν πολλοὺς κινδύνους καὶ
καλοὺς ἀγῶνας οἱ κατ’ ἐκείνους τοὺς χρόνους Ἕλληνες
ἐποιήσαντο. εἰ δ’ ἄρα καὶ λέγει τις ἀμφοτέροις αὐτοῖς,
ἀλλ’ οἵ γε πεισόμενοι τούτοις, ὡς ἔοικεν, οὐκ εἰσίν. [28] ἐγὼ
δὲ δίκαιον μὲν εἶναι νομίζω κατάγειν τὸν Ῥοδίων δῆμον· οὐ
μὴν ἀλλὰ καὶ εἰ μὴ δίκαιον ἦν, ὅταν εἰς ἃ ποιοῦσιν οὗτοι
βλέψω, προσήκειν οἶμαι παραινεῖν κατάγειν. διὰ τί; ὅτι
πάντων μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ δίκαια ποιεῖν ὡρμηκότων,
αἰσχρὸν ἡμᾶς μόνους μὴ ’θέλειν, ἁπάντων δὲ τῶν ἄλλων
ὅπως ἀδικεῖν δυνήσονται παρασκευαζομένων μόνους ἡμᾶς τὰ
δίκαια προτείνεσθαι, μηδενὸς ἀντιλαμβανομένους, οὐ δικαιο-
σύνην ἀλλ’ ἀνανδρίαν ἡγοῦμαι· ὁρῶ γὰρ ἅπαντας πρὸς τὴν
παροῦσαν δύναμιν τῶν δικαίων ἀξιουμένους. [29] καὶ παράδειγμα
λέγειν ἔχω τούτου πᾶσιν ὑμῖν γνώριμον. εἰσὶ συνθῆκαι
τοῖς Ἕλλησι [διτταὶ] πρὸς βασιλέα, ἃς ἐποιήσαθ’ ἡ πόλις ἡ
ἡμετέρα, ἃς ἅπαντες ἐγκωμιάζουσι, καὶ μετὰ ταῦθ’ ὕστερον
Λακεδαιμόνιοι ταύτας ὧν δὴ κατηγοροῦσι· κἀν ταύταις οὐχὶ
ταὐτὰ δίκαι’ ἀμφοτέραις ὥρισται. τῶν μὲν γὰρ ἰδίων δικαίων
τῶν ἐν ταῖς πολιτείαις οἱ νόμοι κοινὴν τὴν μετουσίαν ἔδοσαν
καὶ ἴσην καὶ τοῖς ἀσθενέσιν καὶ τοῖς ἰσχυροῖς· τῶν δ’
Ἑλληνικῶν δικαίων οἱ κρατοῦντες ὁρισταὶ τοῖς ἥττοσι
γίγνονται.