Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΠΕΡΙ ΤΗΣ ΡΟΔΙΩΝ ΕΛΕΥΘΕΡΙΑΣ

ΔΗΜ 15.14–20

(ΔΗΜ 15. Πίστις: §5–34) Το συμφέρον της πόλης, και όχι η μνησικακία, οδηγός για ορθή απόφαση – Ο κίνδυνος από την εξάπλωση των ολιγαρχικών πολιτευμάτων

    [14] Οὐ μὴν οὐδ’ ἂν εἰ δι’ αὑτῶν εἶχον τὴν πόλιν οἱ νῦν ὄντες
ἐν αὐτῇ Ῥόδιοι, παρῄνεσ’ ἂν ὑμῖν τούτους ἑλέσθαι, οὐδ’ εἰ
πάνθ’ ὑπισχνοῦνθ’ ὑμῖν ποιήσειν. ὁρῶ γὰρ αὐτοὺς τὸ μὲν
πρῶτον, ὅπως καταλύσωσι τὸν δῆμον, προσλαβόντας τινὰς
τῶν πολιτῶν, ἐπειδὴ δὲ τοῦτ’ ἔπραξαν, πάλιν ἐκβαλόντας
τούτους· τοὺς οὖν μηδετέροις πιστῶς κεχρημένους οὐδ’ ἂν
ὑμῖν βεβαίους ἡγοῦμαι γενέσθαι συμμάχους. [15] καὶ ταῦτ’
οὐδεπώποτ’ εἶπον ἄν, εἰ τῷ Ῥοδίων δήμῳ μόνον ἡγούμην
συμφέρειν· οὔτε γὰρ προξενῶ τῶν ἀνδρῶν οὔτ’ ἰδίᾳ ξένος
αὐτῶν οὐδείς ἐστί μοι. οὐ μὴν οὐδ’ εἰ ταῦτ’ ἀμφότερ’ ἦν,
εἰ μὴ συμφέρειν ὑμῖν ἡγούμην, εἶπον ἄν, ἐπεὶ Ῥοδίοις γε, εἰ
οἷόν τε τοῦτ’ εἰπεῖν τῷ συναγορεύοντι τῇ σωτηρίᾳ αὐτῶν,
συγχαίρω τῶν γεγενημένων. τοῦ κομίσασθαι γὰρ τὰ ὑμέτερ’
ὑμῖν φθονήσαντες τὴν ἑαυτῶν ἐλευθερίαν ἀπολωλέκασι, καὶ
παρὸν αὐτοῖς Ἕλλησι καὶ βελτίοσιν αὐτῶν [ὑμῖν] ἐξ ἴσου
συμμαχεῖν, βαρβάροις καὶ δούλοις, οὓς εἰς τὰς ἀκροπόλεις
παρεῖνται, δουλεύουσιν. [16] ὀλίγου δὲ δέω λέγειν, ἐὰν αὐτοῖς
ὑμεῖς ἐθελήσητε βοηθῆσαι, ὡς καὶ συνενήνοχε ταῦτ’ αὐτοῖς·
εὖ μὲν γὰρ πράττοντες οὐκ οἶδ’ εἴ ποτ’ ἂν εὖ φρονῆσαι
ἠθέλησαν, ὄντες Ῥόδιοι, ἔργῳ δὲ πειραθέντες καὶ διδαχθέντες
ὅτι πολλῶν κακῶν ἡ ἄνοι’ αἰτία τοῖς πολλοῖς γίγνεται, τάχ’
ἄν, εἰ τύχοιεν, σωφρονέστεροι πρὸς τὸν λοιπὸν τοῦ χρόνου
γένοιντο. τοῦτο δ’ οὐ μικρὰν ὠφέλειαν αὐτοῖς ἡγοῦμαι.
φημὶ δὴ χρῆναι πειρᾶσθαι σῴζειν τοὺς ἄνδρας καὶ μὴ
μνησικακεῖν, ἐνθυμουμένους ὅτι πολλὰ καὶ ὑμεῖς ὑπὸ τῶν
ἐπιβουλευσάντων ἐξηπάτησθε, ὧν οὐδενὸς αὐτοὶ δοῦναι δίκην
δίκαιον ἂν εἶναι φήσαιτε.

    [17] Ὁρᾶτε δὲ κἀκεῖν’, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι πολλοὺς ὑμεῖς
πολέμους πεπολεμήκατε καὶ πρὸς δημοκρατίας καὶ πρὸς
ὀλιγαρχίας. καὶ τοῦτο μὲν ἴστε καὶ αὐτοί· ἀλλ’ ὑπὲρ ὧν
πρὸς ἑκατέρους ἔσθ’ ὑμῖν ὁ πόλεμος, τοῦτ’ ἴσως ὑμῶν οὐδεὶς
λογίζεται. ὑπὲρ τίνων οὖν ἐστίν; πρὸς μὲν τοὺς δήμους ἢ
περὶ τῶν ἰδίων ἐγκλημάτων, οὐ δυνηθέντων δημοσίᾳ διαλύ-
σασθαι ταῦτα, ἢ περὶ γῆς μέρους ἢ ὅρων ἢ φιλονικίας ἢ τῆς
ἡγεμονίας· πρὸς δὲ τὰς ὀλιγαρχίας ὑπὲρ μὲν τούτων οὐδενός,
ὑπὲρ δὲ τῆς πολιτείας καὶ τῆς ἐλευθερίας· [18] ὥστ’ ἔγωγ’ οὐκ
ἂν ὀκνήσαιμ’ εἰπεῖν μᾶλλον ἡγεῖσθαι συμφέρειν δημοκρατου-
μένους τοὺς Ἕλληνας ἅπαντας πολεμεῖν ὑμῖν ἢ ὀλιγαρχου-
μένους φίλους εἶναι. πρὸς μὲν γὰρ ἐλευθέρους ὄντας οὐ
χαλεπῶς ἂν εἰρήνην ὑμᾶς ποιήσασθαι νομίζω, ὁπότε βουλη-
θείητε, πρὸς δ’ ὀλιγαρχουμένους οὐδὲ τὴν φιλίαν ἀσφαλῆ
νομίζω· οὐ γὰρ ἔσθ’ ὅπως ὀλίγοι πολλοῖς καὶ ζητοῦντες
ἄρχειν τοῖς μετ’ ἰσηγορίας ζῆν ᾑρημένοις εὖνοι γένοιντ’ ἄν.

    [19] Θαυμάζω δ’ εἰ μηδεὶς ὑμῶν ἡγεῖται Χίων ὀλιγαρχουμένων
καὶ Μυτιληναίων, καὶ νυνὶ Ῥοδίων καὶ πάντων ἀνθρώπων
ὀλίγου δέω λέγειν εἰς ταύτην τὴν δουλείαν ὑπαγομένων,
συγκινδυνεύειν τι τὴν παρ’ ἡμῖν πολιτείαν, μηδὲ λογίζεται
τοῦθ’ ὅτι οὐκ ἔστιν ὅπως, εἰ δι’ ὀλιγαρχίας ἅπαντα συστή-
σεται, τὸν παρ’ ὑμῖν δῆμον ἐάσουσιν. ἴσασι γὰρ οὐδένας
ἄλλους πάλιν εἰς ἐλευθερίαν <ἂν> τὰ πράγματ’ ἐξάγοντας·
ὅθεν δὴ κακὸν αὑτοῖς ἄν τι γενέσθαι προσδοκῶσι, τοῦτ’
ἀνελεῖν βουλήσονται. [20] τοὺς μὲν οὖν ἄλλους τοὺς ἀδικοῦντάς
τινας αὐτῶν τῶν κακῶς πεπονθότων ἐχθροὺς ἡγεῖσθαι χρή·
τοὺς δὲ τὰς πολιτείας καταλύοντας καὶ μεθιστάντας εἰς ὀλι-
γαρχίαν κοινοὺς ἐχθροὺς παραινῶ νομίζειν ἁπάντων τῶν
ἐλευθερίας ἐπιθυμούντων.