Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΠΕΡΙ ΤΗΣ ΡΟΔΙΩΝ ΕΛΕΥΘΕΡΙΑΣ

ΔΗΜ 15.5–13

(ΔΗΜ 15. Πίστις: §5–34) Οι αντιφατικές προτάσεις των αντιπάλων και η συνέπεια του ρήτορα – Μ. Βασιλιάς και Αρτεμισία δεν θα αντιδράσουν στις αθηναϊκές ενέργειες
Ο ρήτορας ξεκινά την επιχειρηματολογία του, όπου θα προσπαθήσει να αποδείξει ότι η απόφαση των Αθηναίων για βοήθεια προς τους Ροδίους είναι και συμφέρουσα και δίκαιη.

    [5] Θαυμάζω δ’ ὅτι τοὺς αὐτοὺς ὁρῶ ὑπὲρ μὲν Αἰγυπτίων
τἀναντία πράττειν βασιλεῖ τὴν πόλιν πείθοντας, ὑπὲρ δὲ τοῦ
Ῥοδίων δήμου φοβουμένους τὸν ἄνδρα τοῦτον. καίτοι τοὺς
μὲν Ἕλληνας ὄντας ἅπαντες ἴσασι, τοὺς δ’ ἐν τῇ ἀρχῇ τῇ
’κείνου μεμερισμένους. [6] οἶμαι δ’ ὑμῶν μνημονεύειν ἐνίους,
ὅτι ἡνίκ’ ἐβουλεύεσθ’ ὑπὲρ τῶν βασιλικῶν, παρελθὼν πρῶτος
ἐγὼ παρῄνεσα, οἶμαι δὲ καὶ μόνος ἢ δεύτερος εἰπεῖν, ὅτι μοι
σωφρονεῖν ἂν δοκεῖτε, εἰ τὴν πρόφασιν τῆς παρασκευῆς μὴ
τὴν πρὸς ἐκεῖνον ἔχθραν ποιοῖσθε, ἀλλὰ παρασκευάζοισθε
μὲν πρὸς τοὺς ὑπάρχοντας ἐχθρούς, ἀμύνοισθε δὲ κἀκεῖνον,
ἐὰν ὑμᾶς ἀδικεῖν ἐπιχειρῇ. καὶ οὐκ ἐγὼ μὲν εἶπον ταῦτα, ὑμῖν
δ’ οὐκ ἐδόκουν ὀρθῶς λέγειν, ἀλλὰ καὶ ὑμῖν ἤρεσκε ταῦτα.
[7] ἀκόλουθος τοίνυν ὁ νῦν λόγος ἐστί μοι τῷ τότε ῥηθέντι.
ἐγὼ γάρ, εἰ βασιλεὺς παρ’ αὑτὸν ὄντα με σύμβουλον ποιοῖτο,
ταὔτ’ ἂν αὐτῷ παραινέσαιμ’ ἅπερ ὑμῖν, ὑπὲρ μὲν τῶν αὑτοῦ
πολεμεῖν, ἐάν τις ἐναντιῶται τῶν Ἑλλήνων, ὧν δὲ μηδὲν
αὐτῷ προσήκει, τούτων μηδ’ ἀντιποιεῖσθαι τὴν ἀρχήν. [8] εἰ μὲν
οὖν ὅλως ἐγνώκατ’, ὦ ἄνδρες Ἀθηναῖοι, ὅσων ἂν βασιλεὺς
ἐγκρατὴς γένηται φθάσας ἢ παρακρουσάμενός τινας τῶν ἐν
ταῖς πόλεσι, παραχωρεῖν, οὐ καλῶς ἐγνώκατε, ὡς ἐγὼ κρίνω·
εἰ δ’ ὑπὲρ τῶν δικαίων καὶ πολεμεῖν, ἂν τούτου δέῃ, καὶ
πάσχειν ὁτιοῦν οἴεσθε χρῆναι, πρῶτον μὲν ὑμῖν ἧττον δεήσει
τούτων, ὅσῳ ἂν μᾶλλον ἐγνωκότες ἦτε ταῦτα, ἔπειθ’ ἃ
προσήκει φρονεῖν δόξετε.

    [9] Ὅτι δ’ οὐδὲν καινὸν οὔτ’ ἐγὼ λέγω νῦν κελεύων Ῥοδίους
ἐλευθεροῦν, οὔθ’ ὑμεῖς, ἂν πεισθῆτέ μοι, ποιήσετε, τῶν γεγενη-
μένων ὑμᾶς τι καὶ συνενηνοχότων ὑπομνήσω. ὑμεῖς ἐξε-
πέμψατε Τιμόθεόν ποτ’, ὦ ἄνδρες Ἀθηναῖοι, βοηθήσοντ’
Ἀριοβαρζάνῃ, προσγράψαντες τῷ ψηφίσματι ’μὴ λύοντα
τὰς σπονδὰς τὰς πρὸς τὸν βασιλέα. ἰδὼν δ’ ἐκεῖνος τὸν
μὲν Ἀριοβαρζάνην φανερῶς ἀφεστῶτα βασιλέως, Σάμον δὲ
φρουρουμένην ὑπὸ Κυπροθέμιδος, ὃν κατέστησε Τιγράνης
ὁ βασιλέως ὕπαρχος, τῷ μὲν ἀπέγνω μὴ βοηθεῖν, τὴν δὲ
προσκαθεζόμενος καὶ βοηθήσας ἠλευθέρωσε· [10] καὶ μέχρι τῆς
τήμερον ἡμέρας οὐ γέγονεν πόλεμος διὰ ταῦθ’ ὑμῖν. οὐ γὰρ
ὁμοίως οὐδεὶς ὑπέρ τε τοῦ πλεονεκτεῖν πολεμήσειεν ἂν καὶ
τῶν ἑαυτοῦ, ἀλλ’ ὑπὲρ μὲν ὧν ἐλαττοῦνται μέχρι τοῦ δυνατοῦ
πάντες πολεμοῦσιν, ὑπὲρ δὲ τοῦ πλεονεκτεῖν οὐχ οὕτως, ἀλλ’
ἐφίενται μέν, ἐάν τις ἐᾷ, ἐὰν δὲ κωλυθῶσιν, οὐδὲν ἠδικηκέναι
τοὺς ἐναντιωθέντας αὐτοῖς ἡγοῦνται.

    [11] Ὅτι δ’ οὐδ’ ἂν ἐναντιωθῆναί μοι δοκεῖ τῇ πράξει ταύτῃ
νῦν Ἀρτεμισία τῆς πόλεως οὔσης ἐπὶ τῶν πραγμάτων, μίκρ’
ἀκούσαντες σκοπεῖτε εἴτ’ ὀρθῶς λογίζομαι ταῦτ’ εἴτε μή.
ἐγὼ νομίζω, πράττοντος μὲν ἐν Αἰγύπτῳ πάνθ’ ὡς ὥρμηκε
βασιλέως, σφόδρ’ ἂν Ἀρτεμισίαν πειραθῆναι περιποιῆσαι
Ῥόδον αὐτῷ, οὐ τῇ βασιλέως εὐνοίᾳ, ἀλλὰ τῷ βούλεσθαι
πλησίον αὐτῆς διατρίβοντος ἐκείνου μεγάλην εὐεργεσίαν
καταθέσθαι πρὸς αὐτόν, ἵν’ ὡς οἰκειότατ’ αὐτὴν ἀποδέχηται·
[12] πράττοντος δ’ ὡς λέγεται, καὶ διημαρτηκότος οἷς ἐπεχείρησεν,
ἡγεῖσθαι τὴν νῆσον ταύτην, ὅπερ ἔστιν, ἄλλο μὲν οὐδὲν
ἂν εἶναι βασιλεῖ χρησίμην ἐν τῷ παρόντι, τῆς δ’ αὑτῆς
ἀρχῆς ἐπιτείχισμα πρὸς τὸ μηδ’ ὁτιοῦν παρακινεῖν. ὥστε μοι
δοκεῖ μᾶλλον ἂν ὑμᾶς ἔχειν μὴ φανερῶς αὐτῆς ἐνδούσης, ἢ
’κεῖνον λαβεῖν βούλεσθαι. οἶμαι μὲν οὖν οὐδὲ βοηθήσειν
αὐτήν, ἂν δ’ ἄρα τοῦτο ποιῇ, φαύλως καὶ κακῶς. [13] ἐπεὶ καὶ
βασιλέα γε, ὅ τι μὲν ποιήσει μὰ Δί’ οὐκ ἂν εἴποιμ’ ἔγωγ’
ὡς οἶδα, ὅτι μέντοι συμφέρει τῇ πόλει δῆλον ἤδη γενέσθαι
πότερ’ ἀντιποιήσεται τῆς πόλεως τῆς Ῥοδίων ἢ οὔ, τοῦτ’
ἂν ἰσχυρισαίμην· οὐ γὰρ ὑπὲρ Ῥοδίων βουλευτέον, ὅταν
ἀντιποιῆται, μόνον, ἀλλ’ ὑπὲρ ἡμῶν αὐτῶν καὶ τῶν πάντων
Ἑλλήνων.