Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΠΕΡΙ ΤΗΣ ΠΑΡΑΠΡΕΣΒΕΙΑΣ

ΔΗΜ 19.337–340

Το ακροατήριο δεν πρέπει να παρασυρθεί από την όποια υποκριτική ή ρητορική ικανότητα του Αισχίνη
Στο υπόλοιπο τμήμα του λόγου ο ρήτορας επέμεινε στην επιχειρηματολογία που είχε ήδη αναπτύξει (βλ. σχετικά και ΔΗΜ 19.64–66), δίνοντας ιδιαίτερη έμφαση στη σκιαγράφηση του χαρακτήρα του Αισχίνη. Πριν από τον ἐπίλογον (19.341–343) απευθύνεται στο ακροατήριο.

    [337] Καίτοι καὶ περὶ τῆς φωνῆς ἴσως εἰπεῖν ἀνάγκη· πάνυ γὰρ
μέγα καὶ ἐπὶ ταύτῃ φρονεῖν αὐτὸν ἀκούω, ὡς καθυποκρινού-
μενον ὑμᾶς. ἐμοὶ δὲ δοκεῖτ’ ἀτοπώτατον ἁπάντων ἂν ποιῆσαι,
εἰ, ὅτε μὲν τὰ Θυέστου καὶ τῶν ἐπὶ Τροίᾳ κάκ’ ἠγωνίζετο,
ἐξεβάλλετ’ αὐτὸν καὶ ἐξεσυρίττετ’ ἐκ τῶν θεάτρων καὶ μόνον
οὐ κατελεύεθ’ οὕτως ὥστε τελευτῶντα τοῦ τριταγωνιστεῖν
ἀποστῆναι, ἐπειδὴ δ’ οὐκ ἐπὶ τῆς σκηνῆς, ἀλλ’ ἐν τοῖς κοινοῖς
καὶ μεγίστοις τῆς πόλεως πράγμασι μυρί’ εἴργασται κακά,
τηνικαῦθ’ ὡς καλὸν φθεγγομένῳ προσέχοιτε. [338] μηδαμῶς·
μηδὲν ὑμεῖς ἀβέλτερον πάθητε, ἀλλὰ λογίζεσθ’ ὅτι δεῖ
κήρυκα μὲν ἂν δοκιμάζητε, εὔφωνον σκοπεῖν, πρεσβευτὴν δὲ
καὶ τῶν κοινῶν ἀξιοῦντά τι πράττειν δίκαιον καὶ φρόνημ’
ἔχονθ’ ὑπὲρ μὲν ὑμῶν μέγα, πρὸς δ’ ὑμᾶς ἴσον, ὥσπερ ἐγὼ
Φίλιππον μὲν οὐκ ἐθαύμασα, τοὺς δ’ αἰχμαλώτους ἐθαύμασα,
ἔσωσα, οὐδὲν ὑπεστειλάμην. οὗτος δ’ ἐκείνου μὲν προὐ-
καλινδεῖτο, τοὺς παιᾶνας ᾖδεν, ὑμῶν δ’ ὑπερορᾷ. [339] ἔτι τοίνυν
ὅταν μὲν ἴδητε δεινότητ’ ἢ εὐφωνίαν ἤ τι τῶν ἄλλων τῶν
τοιούτων ἀγαθῶν ἐπὶ χρηστοῦ καὶ φιλοτίμου γεγενημένον
ἀνθρώπου, συγχαίρειν καὶ συνασκεῖν πάντας δεῖ· κοινὸν γὰρ
ὑμῖν πᾶσι τοῖς ἄλλοις τοῦτ’ ἀγαθὸν γίγνεται· ὅταν δ’ ἐπὶ
δωροδόκου καὶ πονηροῦ καὶ παντὸς ἥττονος λήμματος, ἀπο-
κλείειν καὶ πικρῶς καὶ ἐναντίως ἀκούειν, ὡς πονηρία δυνά-
μεως δόξαν εὑρομένη παρ’ ὑμῶν ἐπὶ τὴν πόλιν ἐστίν. [340] ὁρᾶτε
δ’, ἀφ’ ὧν οὗτος εὐδοκιμεῖ πηλίκα τῇ πόλει περιέστηκε
πράγματα. αἱ μὲν τοίνυν ἄλλαι δυνάμεις ἐπιεικῶς εἰσιν
αὐτάρκεις, ἡ δὲ τοῦ λέγειν, ἂν τὰ παρ’ ὑμῶν τῶν ἀκουόντων
ἀντιστῇ, διακόπτεται. οὕτως οὖν ἀκούετε τούτου ὡς πονηροῦ
καὶ δωροδόκου καὶ οὐδ’ ὁτιοῦν ἐροῦντος ἀληθές.