Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΠΕΡΙ ΤΗΣ ΑΤΕΛΕΙΑΣ ΠΡΟΣ ΛΕΠΤΙΝΗΝ

ΔΗΜ 20.139–142

Η κατάργηση της ἀτελείαςθα αμαυρώσει την προαιώνια φήμη της Αθήνας ως ευεργέτιδας πόλης
Ο ρήτορας, επιτιθέμενος στους πολιτικούς του αντιπάλους, ζήτησε την εφαρμογή των δικών του προτάσεων αντί του νόμου του Λεπτίνη και την αποφυγή του ακραίου μέτρου της κατάργησης της ἀτελείας (βλ. σχετικά ΔΗΜ 20.11–17).

    [139] [Σκοπῶ δὲ καὶ τοῦτο.] Καὶ μὴν οὐδ’ ἐκείνου γ’ ἀπο-
στατέον τοῦ λόγου, ὅτι τῆς μὲν ἀξίας, ὅτ’ ἐδώκαμεν, ἦν
δίκαιον τὴν ἐξέτασιν λαμβάνειν, ὅτε τούτων οὐδεὶς ἀντεῖπεν,
μετὰ ταῦτα δ’ ἐᾶν, εἴ τι μὴ πεπόνθαθ’ ὑπ’ αὐτῶν ὕστερον
κακόν. εἰ δ’ οὗτοι τοῦτο φήσουσι (δεῖξαι μὲν γὰρ οὐκ
ἔχουσιν), δεῖ κεκολασμένους αὐτοὺς παρ’ αὐτὰ τἀδικήματα
φαίνεσθαι. εἰ δὲ μηδενὸς ὄντος τοιούτου τὸν νόμον ποιή-
σετε κύριον, δόξετε φθονήσαντες, οὐχὶ πονηροὺς λαβόντες
ἀφῃρῆσθαι. [140] ἔστι δὲ πάντα μὲν ὡς ἔπος εἰπεῖν ὀνείδη
φευκτέον, τοῦτο δὲ πάντων μάλιστ’, ὦ ἄνδρες Ἀθηναῖοι.
διὰ τί; ὅτι παντάπασι φύσεως κακίας σημεῖόν ἐστιν ὁ
φθόνος, καὶ οὐκ ἔχει πρόφασιν δι’ ἣν ἂν τύχοι συγγνώμης
ὁ τοῦτο πεπονθώς. εἶτα καὶ οὐδ’ ἔστιν ὄνειδος ὅτου πορρώ-
τερόν ἐσθ’ ἡμῶν ἡ πόλις ἢ τοῦ φθονερὰ δοκεῖν εἶναι, ἁπάν-
των ἀπέχουσα τῶν αἰσχρῶν. [141] τεκμήρια δ’ ἡλίκα τούτου
θεωρήσατε. πρῶτον μὲν μόνοι τῶν πάντων ἀνθρώπων ἐπὶ
τοῖς τελευτήσασι δημοσίᾳ [καὶ ταῖς ταφαῖς ταῖς δημοσίαις]
ποιεῖτε λόγους ἐπιταφίους, ἐν οἷς κοσμεῖτε τὰ τῶν ἀγαθῶν
ἀνδρῶν ἔργα. καίτοι τοῦτ’ ἔστι τοὐπιτήδευμα ζηλούντων
ἀρετήν, οὐ τοῖς ἐπὶ ταύτῃ τιμωμένοις φθονούντων. εἶτα
μεγίστας δίδοτ’ ἐκ παντὸς τοῦ χρόνου δωρειὰς τοῖς τοὺς
γυμνικοὺς νικῶσιν ἀγῶνας τοὺς στεφανίτας, καὶ οὐχ, ὅτι τῇ
φύσει τούτων ὀλίγοις μέτεστιν, ἐφθονήσατε τοῖς ἔχουσιν,
οὐδ’ ἐλάττους ἐνείματε τὰς τιμὰς διὰ ταῦτα. πρὸς δὲ τού-
τοις τοιούτοις οὖσιν οὐδεὶς πώποτε τὴν πόλιν ἡμῶν εὖ ποιῶν
δοκεῖ νικῆσαι· τοσαύτας ὑπερβολὰς τῶν δωρειῶν αἷς ἀντ’
εὖ ποιεῖ, παρέσχηται. [142] ἔστι τοίνυν πάντα ταῦτ’, ὦ ἄνδρες
Ἀθηναῖοι, δικαιοσύνης, ἀρετῆς, μεγαλοψυχίας ἐπιδείγματα.
μὴ τοίνυν δι’ ἃ πάλαι παρὰ πάντα τὸν χρόνον ἡ πόλις εὐ-
δοξεῖ, ταῦτ’ ἀνέλητε νῦν· μηδ’ ἵνα Λεπτίνης ἰδίᾳ τισίν, οἷς
ἀηδῶς ἔχει, ἐπηρεάσῃ, τῆς πόλεως ἀφέλησθε καὶ ὑμῶν αὐτῶν
ἣν διὰ παντὸς ἀεὶ τοῦ χρόνου δόξαν κέκτησθε καλήν· μηδ’
ὑπολαμβάνετ’ εἶναι τὸν ἀγῶνα τόνδ’ ὑπὲρ ἄλλου τινὸς ἢ τοῦ
τῆς πόλεως ἀξιώματος, πότερον αὐτὸ δεῖ σῶν εἶναι καὶ ὅμοιον
τῷ προτέρῳ, ἢ μεθεστάναι καὶ λελυμάνθαι.