Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΠΕΡΙ ΤΗΣ ΑΤΕΛΕΙΑΣ ΠΡΟΣ ΛΕΠΤΙΝΗΝ

ΔΗΜ 20.105–111

Γιατί δεν ευσταθεί το επιχείρημα ότι καμία από τις δύο άλλες μεγάλες ελληνικές πόλεις δεν ανταμείβει τους ευεργέτες της με ατέλεια
Ολοκληρώνοντας τον κατάλογο των ευεργετών της πόλης που θίγονταν από την πρόταση του Λεπτίνη για κατάργηση της ἀτελείας, (βλ. σχετικά ΔΗΜ 20.11–17 και ΔΗΜ 20.67–74) ο Δημοσθένης εγκωμίασε τον Χαβρία, πατέρα του εντολέα του. Συνεχίζοντας, ο ρήτορας υπέβαλε τις προτάσεις του για τη διατήρηση και βελτίωση του μέτρου, ενώ θυμήθηκε και την προσπάθεια του Σόλωνα για την αποφυγή έκδοσης αντιφατικών νόμων, τονίζοντας πως ο Λεπτίνης δεν συμμορφώθηκε με τις επιταγές του σοφού νομοθέτη.

    [105] Πάνυ τοίνυν σπουδῇ τις ἀπήγγελλέ μοι περὶ τοῦ μηδενὶ
δεῖν μηδὲν διδόναι, μηδ’ ἂν ὁτιοῦν πράξῃ, τοιοῦτόν τι λέγειν
αὐτοὺς παρεσκευάσθαι, ὡς ἄρ’ οἱ Λακεδαιμόνιοι καλῶς πολι-
τευόμενοι καὶ Θηβαῖοι οὐδενὶ τῶν παρ’ ἑαυτοῖς διδόασι
τοιαύτην οὐδεμίαν τιμήν· καίτοι καὶ παρ’ ἐκείνοις τινές εἰσιν
ἴσως ἀγαθοί. ἐμοὶ δὲ δοκοῦσιν, ὦ ἄνδρες Ἀθηναῖοι, πάντες
οἱ τοιοῦτοι λόγοι παροξυντικοὶ μὲν εἶναι πρὸς τὸ τὰς ἀτελείας
ὑμᾶς ἀφελέσθαι πεῖσαι, οὐ μέντοι δίκαιοί γ’ οὐδαμῇ. οὐ
γὰρ ἀγνοῶ τοῦθ’ ὅτι Θηβαῖοι καὶ Λακεδαιμόνιοι καὶ ἡμεῖς
οὔτε νόμοις οὔτ’ ἔθεσιν χρώμεθα τοῖς αὐτοῖς οὔτε πολιτείᾳ.
[106] αὐτὸ γὰρ τοῦτο πρῶτον, ὃ νῦν οὗτοι ποιήσουσιν, ἐὰν ταῦτα
λέγωσιν, οὐκ ἔξεστι ποιεῖν παρὰ τοῖς Λακεδαιμονίοις, τὰ
τῶν Ἀθηναίων ἐπαινεῖν νόμιμα οὐδὲ τὰ τῶν δείνων, πολλοῦ
γε καὶ δεῖ, ἀλλ’ ἃ τῇ παρ’ ἐκείνοις πολιτείᾳ συμφέρει, ταῦτ’
ἐπαινεῖν ἀνάγκη [καὶ ποιεῖν]. εἶτα καὶ Λακεδαιμόνιοι τῶν
μὲν τοιούτων ἀφεστᾶσιν, ἄλλαι δέ τινες παρ’ ἐκείνοις εἰσὶ
τιμαί, ἃς ἀπεύξαιτ’ ἂν ἅπας ὁ δῆμος ἐνταυθοῖ γενέσθαι.
[107] τίνες οὖν εἰσιν αὗται; τὰς μὲν καθ’ ἕκαστον ἐάσω, μίαν δ’
ἣ συλλαβοῦσα τὰς ἄλλας ἔχει, δίειμι. ἐπειδάν τις εἰς τὴν
καλουμένην γερουσίαν ἐγκριθῇ παρασχὼν αὑτὸν οἷον χρή,
δεσπότης ἐστὶ τῶν πολλῶν. ἐκεῖ μὲν γάρ ἐστι τῆς ἀρετῆς
ἆθλον τῆς πολιτείας κυρίῳ γενέσθαι μετὰ τῶν ὁμοίων, παρὰ
δ’ ἡμῖν ταύτης μὲν ὁ δῆμος κύριος, καὶ ἀραὶ καὶ νόμοι καὶ
φυλακαὶ ὅπως μηδεὶς ἄλλος κύριος γενήσεται, στέφανοι δὲ
καὶ ἀτέλειαι καὶ σιτήσεις καὶ τοιαῦτ’ ἐστίν, ὧν ἄν τις ἀνὴρ
ἀγαθὸς ὢν τύχοι. [108] καὶ ταῦτ’ ἀμφότερ’ ὀρθῶς ἔχει, καὶ τἀκεῖ
καὶ τὰ παρ’ ἡμῖν. διὰ τί; ὅτι τὰς μὲν διὰ τῶν ὀλίγων
πολιτείας τὸ πάντας ἔχειν ἴσον ἀλλήλοις τοὺς τῶν κοινῶν
κυρίους ὁμονοεῖν ποιεῖ, τὴν δὲ τῶν δήμων ἐλευθερίαν ἡ τῶν
ἀγαθῶν ἀνδρῶν ἅμιλλα, ἣν ἐπὶ ταῖς παρὰ τοῦ δήμου δωρειαῖς
πρὸς αὑτοὺς ποιοῦνται, φυλάττει. [109] καὶ μὴν περὶ τοῦ γε μηδὲ
Θηβαίους μηδένα τιμᾶν, ἐκεῖν’ ἂν ἔχειν εἰπεῖν ἀληθὲς οἴομαι.
μεῖζον, ὦ ἄνδρες Ἀθηναῖοι, Θηβαῖοι φρονοῦσιν ἐπ’ ὠμότητι
καὶ πονηρίᾳ ἢ ὑμεῖς ἐπὶ φιλανθρωπίᾳ καὶ τῷ τὰ δίκαια βού-
λεσθαι. μήτ’ οὖν ἐκεῖνοί ποτε παύσαιντο, εἰ ἄρ’ εὔξασθαι
δεῖ, τοὺς μὲν ἑαυτοὺς ἀγαθόν τι ποιοῦντας μήτε τιμῶντες
μήτε θαυμάζοντες, τοὺς δὲ συγγενεῖς (ἴστε γὰρ ὃν τρόπον
Ὀρχομενὸν διέθηκαν) οὕτω μεταχειριζόμενοι, μήθ’ ὑμεῖς
τἀναντία τούτοις τοὺς μὲν εὐεργέτας τιμῶντες, παρὰ δὲ
τῶν πολιτῶν λόγῳ μετὰ τῶν νόμων τὰ δίκαια λαμβάνοντες.
[110] ὅλως δ’ οἶμαι τότε δεῖν τοὺς ἑτέρων ἐπαινεῖν τρόπους καὶ
ἔθη τοῖς ὑμετέροις ἐπιτιμῶντας, ὅταν ᾖ δεῖξαι βέλτιον
ἐκείνους πράττοντας ὑμῶν. ὅτε δ’ ὑμεῖς, καλῶς ποιοῦντες,
καὶ κατὰ τὰς κοινὰς πράξεις καὶ κατὰ τὴν ὁμόνοιαν καὶ κατὰ
τἆλλα πάντ’ ἄμεινον ἐκείνων πράττετε, τοῦ χάριν ἂν τῶν
ὑμετέρων αὐτῶν ἐθῶν ὀλιγωροῦντες ἐκεῖνα διώκοιτε; εἰ γὰρ
καὶ κατὰ τὸν λογισμὸν ἐκεῖνα φανείη βελτίω, τῆς γε τύχης
ἕνεχ’ ᾗ παρὰ ταῦτ’ ἀγαθῇ κέχρησθε, ἐπὶ τούτων ἄξιον
μεῖναι. [111] εἰ δὲ δεῖ παρὰ πάντα ταῦτ’ εἰπεῖν ὃ δίκαιον ἡγοῦ-
μαι, ἐκεῖν’ ἂν ἔγωγ’ εἴποιμι. οὐκ ἔστι δίκαιον, ὦ ἄνδρες
Ἀθηναῖοι, τοὺς Λακεδαιμονίων νόμους οὐδὲ τοὺς Θηβαίων
λέγειν ἐπὶ τῷ τοὺς ἐνθάδε λυμαίνεσθαι, οὐδὲ δι’ ὧν μὲν
ἐκεῖνοι μεγάλοι [τῆς ὀλιγαρχίας καὶ δεσποτείας εἰσί], κἂν
ἀποκτεῖναι βούλεσθαι τὸν παρ’ ἡμῖν τούτων τι κατασκευά-
σαντα, διὰ δ’ ὧν ὁ παρ’ ἡμῖν δῆμος εὐδαίμων, ταῦθ’ ὡς
ἀνελεῖν δεῖ λεγόντων τινῶν ἐθέλειν ἀκούειν.