Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ

ΔΗΜ 13.12–17

Η δημαγωγική στάση των σύγχρονων πολιτικών αγορητών – Η σωτηρία της πόλης εξαρτάται από μια ισχυρή πολεμική μηχανή
Ο ομιλητής διατύπωσε τη δική του πρόταση για την καλύτερη διαχείριση και κατανομή των δημόσιων εσόδων της Αθήνας: τα χρήματα θα μοιράζονταν στους Αθηναίους ως μισθός για τη στρατιωτική τους υπηρεσία, με στόχο την οργάνωση ενός στρατού αξιόμαχου και ικανού να επεμβαίνει προς όφελος των συμμάχων της πόλης. Και συνεχίζει:

    [12] Ἤδη δέ τις εἶπεν ὦ ἄνδρες Ἀθηναῖοί που λέγων, οὐχ
ὑμῶν τῶν πολλῶν, ἀλλὰ τῶν διαρρηγνυμένων εἰ ταῦτα γενή-
σεται, «τί δ’ ὑμῖν ἐκ τῶν Δημοσθένους λόγων ἀγαθὸν
γέγονεν; παρελθὼν ὑμῶν, ὅταν αὐτῷ δόξῃ, ἐνέπλησε τὰ
ὦτα λόγων, καὶ διέσυρε τὰ παρόντα, καὶ τοὺς προγόνους
ἐπῄνεσεν, καὶ μετεωρίσας καὶ φυσήσας ὑμᾶς κατέβη.» [13] ἐγὼ
δ’ εἰ μὲν ὑμᾶς δυναίμην ὧν λέγω τι πεῖσαι, τηλικαῦτ’ ἂν
οἶμαι τὴν πόλιν πρᾶξαι ἀγαθὰ ὥστ’, εἰ νῦν εἰπεῖν ἐπιχει-
ρήσαιμι, πολλοὺς ἂν ἀπιστῆσαι ὡς μείζοσιν ἢ δυνατοῖς· οὐ
μὴν οὐδὲ τοῦτο μικρὸν ὠφελεῖν οἶμαι, εἰ τὰ βέλτιστ’ ἀκούειν
ὑμᾶς συνεθίζω. δεῖ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν βουλόμε-
νόν τι ποιῆσαι τὴν πόλιν ἡμῶν ἀγαθὸν τὰ ὦτα πρῶτον
ὑμῶν ἰάσασθαι· διέφθαρται γάρ· οὕτω πολλὰ καὶ ψευδῆ
καὶ πάντα μᾶλλον ἢ τὰ βέλτιστ’ ἀκούειν εἴθισθε. [14] οἷον
(ὅπως δὲ μὴ θορυβήσει μοι μηδείς, πρὶν ἂν ἅπαντ’ εἴπω)
ἀνέῳξαν δήπου πρώην τινὲς τὸν ὀπισθόδομον. οὐκοῦν οἱ
παριόντες ἅπαντες τὸν δῆμον καταλελύσθαι, τοὺς νόμους
οὐκέτ’ εἶναι, τοιαῦτ’ ἔλεγον. καίτοι, ὦ ἄνδρες Ἀθηναῖοι,
(καὶ σκοπεῖτ’ ἂν ἀληθῆ λέγω) οἱ μὲν ταῦτα ποιοῦντες ἄξι’
ἐποίουν θανάτου, ὁ δῆμος δ’ οὐ διὰ τούτων καταλύεται.
πάλιν κώπας τις ὑφείλετο· μαστιγοῦν, στρεβλοῦν πάντες οἱ
λέγοντες, τὸν δῆμον καταλύεσθαι. ἐγὼ δὲ τί φημί; τὸν μὲν
ὑφαιρούμενον θανάτου ποιεῖν ἄξια, ὥσπερ ἐκεῖνοι, τὸν δῆμον
δ’ οὐ διὰ τούτων καταλύεσθαι. [15] ἀλλὰ πῶς καταλύεται, οὐδεὶς
λέγει οὐδὲ παρρησιάζεται. ἐγὼ δὲ φράσω· ὅταν ὑμεῖς, ὦ
ἄνδρες Ἀθηναῖοι, φαύλως ἠγμένοι, πολλοὶ καὶ ἄποροι καὶ
ἄοπλοι καὶ ἀσύντακτοι καὶ μὴ ταὐτὰ γιγνώσκοντες ἦτε, καὶ
μήτε στρατηγὸς μήτ’ ἄλλος μηδεὶς ὧν ἂν ὑμεῖς ψηφίσησθε
φροντίζῃ, καὶ ταῦτα μηδεὶς λέγειν ἐθέλῃ μηδ’ ἐπανορθοῖ,
μηδ’ ὅπως παύσεται τοιαῦτ’ ὄντα πράττῃ, ὃ νῦν ἀεὶ συμ-
βαίνει. [16] καὶ νὴ Δί’, ὦ ἄνδρες Ἀθηναῖοι, ἕτεροί γε λόγοι
παρερρυήκασι πρὸς ὑμᾶς ψευδεῖς, καὶ πολλὰ τὴν πολιτείαν
βλάπτοντες, οἷον «ἐν τοῖς δικαστηρίοις ὑμῖν ἐστιν ἡ σωτηρία,»
καὶ «δεῖ τῇ ψήφῳ τὴν πολιτείαν ὑμᾶς φυλάττειν.» ἐγὼ δ’
οἶδ’ ὅτι ταῦτα μὲν ὑμῖν [τὰ δικαστήρια] τῶν πρὸς ἀλλήλους
δικαίων ἐστὶ κύρια, ἐν δὲ τοῖς ὅπλοις δεῖ κρατεῖν τῶν ἐχθρῶν,
καὶ διὰ τούτων ἐστὶν ἡ σωτηρία τῆς πολιτείας. [17] οὐ γὰρ τὸ
ψηφίσασθαι τοῖς ἐν τοῖς ὅπλοις ποιήσει τὸ νικᾶν, ἀλλ’ οἱ
μετὰ τούτων κρατοῦντες τοὺς ἐχθροὺς καὶ ψηφίζεσθαι καὶ
ἄλλ’ ὅ τι ἂν βούλησθε ποιεῖν ὑμῖν ἐξουσίαν καὶ ἄδειαν
παρασκευάσουσι· δεῖ γὰρ ἐν μὲν τοῖς ὅπλοις φοβερούς, ἐν
δὲ τοῖς δικαστηρίοις φιλανθρώπους εἶναι.