Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΠΕΡΙ ΑΛΟΝΝΗΣΟΥ

ΔΗΜ 7.1–6

Το καθεστώς κατοχής της Αλοννήσου και τα διπλωματικά παιχνίδια του Φιλίππου
Ο Φίλιππος επιθυμούσε για διπλωματικούς λόγους τη συμφιλίωση με τους Αθηναίους και το 342 π.Χ. έστειλε στην Αθήνα πρέσβεις, που μετέφεραν επιστολή με την οποία υποσχόταν να τους αποδώσει την Αλόννησο, να αναγνωρίσει την αυτονομία όσων Ελλήνων δεν συμπεριλαμβάνονταν στην "ειρήνη του Φιλοκράτη" (346 π.Χ) και να υποβληθούν σε διαιτησία διάφορα αμφισβητούμενα ζητήματα. Ο λόγος που ακολουθεί αποτελεί απάντηση σε αυτές τις προτάσεις. (Ήδη από την αρχαιότητα συγγραφέας του λόγου θεωρούνταν ο Ηγήσιππος).

    [1] Ὦ ἄνδρες Ἀθηναῖοι, οὐκ ἔστιν ὅπως αἱ αἰτίαι, ἃς Φίλιπ-
πος αἰτιᾶται τοὺς ὑπὲρ τῶν δικαίων πρὸς ὑμᾶς λέγοντας,
κωλύσουσι συμβούλους ἡμᾶς γίγνεσθαι ὑπὲρ τῶν ὑμῖν συμ-
φερόντων· δεινὸν γὰρ ἂν εἴη, εἰ τὴν ἐπὶ τοῦ βήματος
παρρησίαν αἱ παρ’ ἐκείνου πεμπόμεναι ἐπιστολαὶ ἀνέλοιεν.
ἐγὼ δ’ ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, βούλομαι πρῶτον μὲν περὶ
ὧν Φίλιππος ἐπέσταλκε, περὶ τούτων διεξελθεῖν· ὕστερον
δέ, περὶ ὧν οἱ πρέσβεις λέγουσι, καὶ ἡμεῖς λέξομεν.

    [2] Φίλιππος γὰρ ἄρχεται μὲν περὶ Ἁλοννήσου λέγων ὡς
ὑμῖν δίδωσιν ἑαυτοῦ οὖσαν, ὑμᾶς δὲ οὔ φησι δικαίως αὐτὸν
ἀπαιτεῖν· οὐ γὰρ ὑμετέραν οὖσαν οὔτε λαβεῖν οὔτε νῦν ἔχειν.
ἔλεγε δὲ καὶ πρὸς ἡμᾶς τοιούτους λόγους, ὅτε πρὸς αὐτὸν
ἐπρεσβεύσαμεν, ὡς λῃστὰς ἀφελόμενος ταύτην τὴν νῆσον
κτήσαιτο, καὶ προσήκειν αὐτὴν ἑαυτοῦ εἶναι. [3] τοῦτον δὲ τὸν
λόγον, ὡς οὐκ ἔστι δίκαιος, οὐ χαλεπόν ἐστιν αὐτοῦ ἀφελέ-
σθαι. ἅπαντες γὰρ οἱ λῃσταὶ τοὺς ἀλλοτρίους τόπους κατα-
λαμβάνοντες καὶ τούτους ἐχυροὺς ποιούμενοι, ἐντεῦθεν τοὺς
ἄλλους κακῶς ποιοῦσιν. ὁ δὴ τοὺς λῃστὰς τιμωρησάμενος
καὶ κρατήσας οὐκ ἂν δήπου εἰκότα λέγοι, εἰ φαίη, ἃ ἐκεῖνοι
ἀδίκως καὶ ἀλλότρια εἶχον, ταῦθ’ ἑαυτοῦ γίγνεσθαι. [4] εἰ γὰρ
ταῦτα συγχωρήσετε, τί κωλύει, καὶ εἴ τινα τῆς Ἀττικῆς
λῃσταὶ τόπον καταλάβοιεν ἢ Λήμνου ἢ Ἴμβρου ἢ Σκύρου,
καί τινες τούτους τοὺς λῃστὰς ἐκκόψαιεν, εὐθὺς καὶ τὸν
τόπον τοῦτον, οὗ ἦσαν οἱ λῃσταί, τὸν ὄντα ἡμέτερον, τῶν
τιμωρησαμένων τοὺς λῃστὰς γίγνεσθαι; [5] Φίλιππος δ’ οὐκ
ἀγνοεῖ ταῦτ’ οὐ δίκαια λέγων, ἀλλ’ εἰ καί τις ἄλλος ἐπι-
στάμενος παρακρουσθῆναι ἂν ὑμᾶς οἴεται ὑπὸ τῶν τἀνταῦθα
διοικήσειν, ὡς ἂν αὐτὸς ἐκεῖνος βούληται, καὶ πρὶν ὑπεσχη-
μένων, καὶ νῦν δὲ πραττόντων. ἀλλὰ μὴν οὐδ’ ἐκεῖνό γε
λανθάνει αὐτόν, ὅτι δι’ ἀμφοτέρων τῶν ὀνομάτων, ὁποτέρῳ
ἂν χρῆσθε, ὑμεῖς ἕξετε τὴν νῆσον, ἄν τε λάβητε ἄν τ’
ἀπολάβητε. [6] τί οὖν αὐτῷ διαφέρει, μὴ τῷ δικαίῳ ὀνόματι
χρησάμενον ἀποδοῦναι ὑμῖν, ἀλλὰ δωρεὰν δεδωκέναι, τῷ
ἀδίκῳ; οὐχ ἵν’ εὐεργέτημά τι καταλογίσηται πρὸς ὑμᾶς
(γελοῖον γὰρ ἂν εἴη τοῦτο τὸ εὐεργέτημα), ἀλλ’ ἵν’ ἐνδεί-
ξηται ἅπασι τοῖς Ἕλλησιν ὅτι Ἀθηναῖοι τὰ ἐν τῇ θαλάττῃ
χωρία ἀγαπῶσι παρὰ τοῦ Μακεδόνος λαμβάνοντες. τοῦτο
δ’ ὑμῖν οὐ ποιητέον ἐστίν, ὦ ἄνδρες Ἀθηναῖοι.