Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΙΣΟΚΡΑΤΗΣ, ΠΕΡΙ ΕΙΡΗΝΗΣ

ΙΣΟΚΡ 8.136–145

(ΙΣΟΚΡ 8. Πίστις: §17–144) Οφέλη από την υιοθέτηση δικαιότερης συμπεριφοράς απέναντι στους υπόλοιπους Έλληνες – Ἐπίλογος (§145): Έκκληση προς τους νεότερους πολιτικούς αγορητές

    [136] Ἢν οὖν ἐμμείνητε τοῖς εἰρημένοις καὶ πρὸς τού-
τοις ὑμᾶς αὐτοὺς παράσχητε πολεμικοὺς μὲν ὄντας ταῖς
μελέταις καὶ ταῖς παρασκευαῖς, εἰρηνικοὺς δὲ τῷ μηδὲν
παρὰ τὸ δίκαιον πράττειν, οὐ μόνον εὐδαίμονα ποιήσετε
ταύτην τὴν πόλιν, ἀλλὰ καὶ τοὺς ἄλλους Ἕλληνας ἅπαν-
τας. [137] οὐδὲ γὰρ ἄλλη τῶν πόλεων οὐδεμία τολμήσει
περὶ αὐτοὺς ἐξαμαρτάνειν, ἀλλ’ ὀκνήσουσιν καὶ πολλὴν
ἡσυχίαν ἄξουσιν, ὅταν εἰδῶσιν ἐφεδρεύουσαν τὴν δύναμιν
τὴν ἡμετέραν καὶ παρεσκευασμένην τοῖς ἀδικουμένοις
βοηθεῖν. οὐ μὴν ἀλλ’ ὁπότερον ἂν ποιήσωσιν, τό γ’ ἡμέτε-
ρον καλῶς ἕξει καὶ συμφερόντως. [138] ἤν τε γὰρ δόξῃ
τῶν πόλεων ταῖς προεχούσαις ἀπέχεσθαι τῶν ἀδικημάτων,
ἡμεῖς τούτων τῶν ἀγαθῶν τὴν αἰτίαν ἕξομεν· ἤν τ’
ἐπιχειρῶσιν ἀδικεῖν, ἐφ’ ἡμᾶς ἅπαντες οἱ δεδιότες καὶ
κακῶς πάσχοντες καταφεύξονται, πολλὰς ἱκετείας καὶ
δεήσεις ποιούμενοι, καὶ διδόντες οὐ μόνον τὴν ἡγεμονίαν,
ἀλλὰ καὶ σφᾶς αὐτούς. [139] ὥστ’ οὐκ ἀπορήσομεν μεθ’
ὧν κωλύσομεν τοὺς ἐξαμαρτάνοντας, ἀλλὰ πολλοὺς ἕξομεν
τοὺς ἑτοίμως καὶ προθύμως συναγωνιζομένους ἡμῖν. ποία
γὰρ πόλις ἢ τίς ἀνθρώπων οὐκ ἐπιθυμήσει μετασχεῖν τῆς
φιλίας καὶ τῆς συμμαχίας τῆς ἡμετέρας, ὅταν ὁρῶσι τοὺς
αὐτοὺς ἀμφότερα, καὶ δικαιοτάτους ὄντας καὶ μεγίστην δύνα-
μιν κεκτημένους, καὶ τοὺς μὲν ἄλλους σῴζειν καὶ βουλομέ-
νους καὶ δυναμένους, αὐτοὺς δὲ μηδεμιᾶς βοηθείας δεομέ-
νους; [140] πόσην δὲ χρὴ προσδοκᾶν ἐπίδοσιν τὰ τῆς
πόλεως λήψεσθαι, τοιαύτης εὐνοίας ἡμῖν παρὰ τῶν ἄλλων
ὑπαρξάσης; πόσον δὲ πλοῦτον εἰς τὴν πόλιν εἰσρυήσεσθαι,
δι’ ἡμῶν ἁπάσης τῆς Ἑλλάδος σῳζομένης; τίνας δ’ οὐκ
ἐπαινέσεσθαι τοὺς τοσούτων καὶ τηλικούτων ἀγαθῶν
αἰτίους γεγενημένους;

    [141] Ἀλλὰ γὰρ οὐ δύναμαι διὰ τὴν ἡλικίαν
ἅπαντα τῷ λόγῳ περιλαβεῖν, ἃ τυγχάνω τῇ διανοίᾳ
καθορῶν, πλὴν ὅτι καλόν ἐστιν ἐν ταῖς τῶν ἄλλων ἀδικίαις
καὶ μανίαις πρώτους εὖ φρονήσαντας προστῆναι τῆς τῶν
Ἑλλήνων ἐλευθερίας, καὶ σωτῆρας ἀλλὰ μὴ λυμεῶνας
αὐτῶν κληθῆναι, καὶ περιβλέπτους ἐπ’ ἀρετῇ γενομένους
τὴν δόξαν τὴν τῶν προγόνων ἀναλαβεῖν.

    [142] Κεφάλαιον δὲ τούτων ἐκεῖν’ ἔχω λέγειν, εἰς ὃ
πάντα τὰ προειρημένα συντείνει καὶ πρὸς ὃ χρὴ βλέποντας
τὰς πράξεις τὰς τῆς πόλεως δοκιμάζειν. δεῖ γὰρ ἡμᾶς,
εἴπερ βουλόμεθα διαλύσασθαι μὲν τὰς διαβολὰς ἃς ἔχομεν
ἐν τῷ παρόντι, παύσασθαι δὲ τῶν πολέμων τῶν μάτην
γιγνομένων, κτήσασθαι δὲ τῇ πόλει τὴν ἡγεμονίαν εἰς τὸν
ἅπαντα χρόνον, μισῆσαι μὲν ἁπάσας τὰς τυραννικὰς ἀρχὰς
καὶ τὰς δυναστείας, ἀναλογισαμένους τὰς συμφορὰς τὰς
ἐξ αὐτῶν γεγενημένας, ζηλῶσαι δὲ καὶ μιμήσασθαι τὰς ἐν
Λακεδαίμονι βασιλείας. [143] ἐκείνοις γὰρ ἀδικεῖν μὲν
ἧττον ἔξεστιν ἢ τοῖς ἰδιώταις, τοσούτῳ δὲ μακαριστότεροι
τυγχάνουσιν ὄντες τῶν βίᾳ τὰς τυραννίδας κατεχόντων,
ὅσον οἱ μὲν τοὺς τοιούτους ἀποκτείναντες τὰς μεγίστας
δωρεὰς παρὰ τῶν συμπολιτευομένων λαμβάνουσιν, ὑπὲρ
ἐκείνων δ’ οἱ μὴ τολμῶντες ἐν ταῖς μάχαις ἀποθνήσκειν
ἀτιμότεροι γίγνονται τῶν τὰς τάξεις λειπόντων καὶ τὰς
ἀσπίδας ἀποβαλλόντων. [144] ἄξιον οὖν ὀρέγεσθαι τῆς
τοιαύτης ἡγεμονίας. ἔνεστι δὲ τοῖς πράγμασιν ἡμῶν
τυχεῖν παρὰ τῶν Ἑλλήνων τῆς τιμῆς ταύτης, ἥνπερ ἐκεῖ-
νοι παρὰ τῶν πολιτῶν ἔχουσιν, ἢν ὑπολάβωσιν τὴν δύνα-
μιν τὴν ἡμετέραν μὴ δουλείας ἀλλὰ σωτηρίας αἰτίαν
αὑτοῖς ἔσεσθαι.

    [145] Πολλῶν δὲ καὶ καλῶν λόγων ἐνόντων περὶ τὴν
ὑπόθεσιν ταύτην, ἐμοὶ μὲν ἀμφότερα συμβουλεύει παύσα-
σθαι λέγοντι, καὶ τὸ μῆκος τοῦ λόγου καὶ τὸ πλῆθος τῶν
ἐτῶν τῶν ἐμῶν· τοῖς δὲ νεωτέροις καὶ μᾶλλον ἀκμάζουσιν
ἢ ἐγὼ παραινῶ καὶ παρακελεύομαι τοιαῦτα καὶ λέγειν καὶ
γράφειν, ἐξ ὧν τὰς μεγίστας τῶν πόλεων καὶ τὰς εἰθισ-
μένας ταῖς ἄλλαις κακὰ παρέχειν προτρέψουσιν ἐπ’
ἀρετὴν καὶ δικαιοσύνην, ὡς ἐν ταῖς τῆς Ἑλλάδος
εὐπραγίαις συμβαίνει καὶ τὰ τῶν φιλοσόφων πράγματα
πολλῷ βελτίω γίγνεσθαι.