Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΠΡΟΣ ΦΟΡΜΙΩΝΑ ΠΕΡΙ ΔΑΝΕΙΟΥ

ΔΗΜ 34.46–52

Ο κατηγορούμενος στερείται μαρτύρων – Παραινέσεις για ευθυκρισία των δικαστών
Ο Χρύσιππος (για τα πρόσωπα που εμπλέκονται στη συγκεκριμένη δικαστική διαμάχη βλ. ΔΗΜ 34.1–2) συνέκρινε το ήθος και την προσφορά του στην πόλη με τις προσπάθειες του Λάμπη για παράνομο πλουτισμό και αντέκρουσε τα δικονομικού τύπου επιχειρήματα που επικαλούνταν αυτός και ο Φορμίωνας. Φτάνοντας στο τέλος του λόγου του, συμπληρώνει:

    [46] Τοῦ μὲν οὖν δανεῖσαι ἡμᾶς τὰ χρήματα αἵ τε συνθῆκαι
καὶ αὐτὸς οὗτός ἐστι μάρτυς· τοῦ δ’ ἀποδεδωκέναι οὐδείς
ἐστι μάρτυς ἔξω τοῦ Λάμπιδος τοῦ συναδικοῦντος. καὶ οὗτος
μὲν εἰς ἐκεῖνον μόνον ἀναφέρει τὴν ἀπόδοσιν, ἐγὼ δ’ εἴς τε
τὸν Λάμπιν αὐτὸν καὶ τοὺς ἀκούσαντας αὐτοῦ ὅτε οὐκ ἔφη
ἀπειληφέναι τὸ χρυσίον. τούτῳ μὲν οὖν τοὺς ἐμοὺς μάρτυρας
ἔξεστι κρίνειν, εἰ μή φησι τἀληθῆ μαρτυρεῖν αὐτούς· ἐγὼ δ’
οὐκ ἔχω τί χρήσωμαι τοῖς τούτου μάρτυσιν, οἵ φασιν εἰδέναι
τὸν Λάμπιν μαρτυροῦντα ἀπειληφέναι τὸ χρυσίον. εἰ μὲν
γὰρ ἡ μαρτυρία ἡ τοῦ Λάμπιδος κατεβάλλετο ἐνταῦθα, ἴσως
ἂν ἔφασαν οὗτοι δίκαιον εἶναι ἐπισκήπτεσθαί μ’ ἐκείνῳ·
νῦν δ’ οὔτε τὴν μαρτυρίαν ταύτην ἔχω, οὑτοσί τε οἴεται δεῖν
ἀθῷος εἶναι οὐδὲν βέβαιον ἐνέχυρον καταλιπὼν ὧν πείθει
ὑμᾶς ψηφίζεσθαι. [47] πῶς δ’ οὐκ ἂν εἴη ἄτοπον, εἰ αὐτοῦ
Φορμίωνος ὁμολογοῦντος δανείσασθαι, φάσκοντος δὲ ἀπο-
δεδωκέναι, τὸ μὲν ὁμολογούμενον ὑπ’ αὐτοῦ τούτου ἄκυρον
ποιήσαιτε, τὸ δὲ ἀμφισβητούμενον κύριον ψηφίσαισθε; καὶ
ὁ μὲν Λάμπις, ᾧ οὗτος σκήπτεται μάρτυρι, μαρτυρεῖ ἔξαρνος
γενόμενος τὸ ἐξ ἀρχῆς ὡς οὐκ ἀπείληφεν τὸ χρυσίον· ὑμεῖς
δὲ γνοίητε ὡς ἀπείληφεν ἐκεῖνος, ᾧ οὐκ εἰσὶ μάρτυρες τοῦ
πράγματος; [48] καὶ ὅσα μὲν εἶπε μετὰ τῆς ἀληθείας, μὴ χρή-
σαισθε τεκμηρίῳ, ἃ δ’ ἐψεύσατο ὕστερον, ἐπειδὴ διεφθάρη,
πιστότερα ταῦθ’ ὑπολάβοιτε εἶναι; καὶ μήν, ὦ ἄνδρες Ἀθη-
ναῖοι, πολὺ δικαιότερόν ἐστιν τοῖς ἐξ ἀρχῆς ῥηθεῖσι τεκμαί-
ρεσθαι μᾶλλον ἢ τοῖς ὕστερον τεκταινομένοις. τὰ μὲν γὰρ
οὐκ ἐκ παρασκευῆς, ἀλλ’ ἐκ τῆς ἀληθείας ἔλεγεν, τὰ δ’
ὕστερον ψευδόμενος καὶ πρὸς τὸ συμφέρον αὑτῷ. [49] ἀναμνή-
σθητε δέ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι οὐδ’ αὐτὸς ὁ Λάμπις
ἔξαρνος ἐγένετο ὡς οὐκ εἴη εἰρηκὼς ὅτι οὐκ ἀπείληφεν τὸ
χρυσίον, ἀλλ’ εἰπεῖν μὲν ὡμολόγει, οὐ μέντοι γε ἐντὸς
ὢν αὑτοῦ εἰπεῖν. οὔκουν ἄτοπον, εἰ τῆς ἐκείνου μαρτυρίας
τὸ μὲν πρὸς τοῦ ἀποστεροῦντος πιστῶς ἀκούσεσθε, τὸ δ’
ὑπὲρ τῶν ἀποστερουμένων ἄπιστον ἔσται παρ’ ὑμῖν; [50] μηδα-
μῶς, ὦ ἄνδρες δικασταί. ὑμεῖς γάρ ἐστε [οἱ] αὐτοὶ οἱ τὸν
ἐπιδεδανεισμένον ἐκ τοῦ ἐμπορίου πολλὰ χρήματα καὶ τοῖς
δανεισταῖς οὐ παρασχόντα τὰς ὑποθήκας θανάτῳ ζημιώσαντες
εἰσαγγελθέντα ἐν τῷ δήμῳ, καὶ ταῦτα πολίτην ὑμέτερον
ὄντα καὶ πατρὸς ἐστρατηγηκότος. [51] ἡγεῖσθε γὰρ τοὺς τοιού-
τους οὐ μόνον τοὺς ἐντυγχάνοντας ἀδικεῖν, ἀλλὰ καὶ κοινῇ
βλάπτειν τὸ ἐμπόριον ὑμῶν, εἰκότως. αἱ γὰρ εὐπορίαι τοῖς
ἐργαζομένοις οὐκ ἀπὸ τῶν δανειζομένων, ἀλλ’ ἀπὸ τῶν
δανειζόντων εἰσίν, καὶ οὔτε ναῦν οὔτε ναύκληρον οὔτ’ ἐπι-
βάτην ἔστ’ ἀναχθῆναι, τὸ τῶν δανειζόντων μέρος ἂν ἀφαι-
ρεθῇ. [52] ἐν μὲν οὖν τοῖς νόμοις πολλαὶ καὶ καλαὶ βοήθειαί
εἰσιν αὐτοῖς· ὑμᾶς δὲ δεῖ συνεπανορθοῦντας φαίνεσθαι καὶ
μὴ συγχωροῦντας τοῖς πονηροῖς, ἵν’ ὑμῖν ὡς πλείστη ὠφέ-
λεια παρὰ τὸ ἐμπόριον ᾖ. ἔσται δέ, ἐὰν διαφυλάττητε τοὺς
τὰ ἑαυτῶν προϊεμένους, καὶ μὴ ἐπιτρέπητε ἀδικεῖσθαι ὑπὸ
τῶν τοιούτων θηρίων.