Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΠΡΟΣ ΤΗΝ ΕΠΙΣΤΟΛΗΝ ΤΗΝ ΦΙΛΙΠΠΟΥ

ΔΗΜ 11.7–14

Η δυναστική συμπεριφορά του Φιλίππου απέναντι στους συμμάχους και τους υπηκόους του
Ο λόγος αυτός θεωρείται έργο του Αναξιμένη του Λαμψακηνού και αποτελεί απάντηση στην επιστολή με την οποία ο Φίλιππος κατηγορούσε τους Αθηναίους για εχθρικές ενέργειες εναντίον του. Ο ομιλητής στην αρχή του λόγου παρότρυνε τους Αθηναίους να προετοιμαστούν κατάλληλα για πόλεμο προς τον Φίλιππο, υποστηρίζοντας ότι οι περιστάσεις ήταν κατάλληλες για την αντιμετώπισή του. Και συνεχίζει:

    [7] Πρὸς τοίνυν τούτοις τηλικούτοις οὖσιν, οὐκ ἐρῶ μὲν ὡς
οὐ διὰ τὴν εἰρήνην πολλὰ προείληφεν ἡμῶν χωρία καὶ λι-
μένας καὶ τοιαῦθ’ ἕτερα χρήσιμα πρὸς πόλεμον, ὁρῶ δ’ ὡς
ὅταν μὲν ὑπ’ εὐνοίας τὰ πράγματα συνέχηται καὶ πᾶσι
ταὐτὰ συμφέρῃ τοῖς μετέχουσι τῶν πολέμων, μένει τὰ
συσταθέντα βεβαίως· ὅταν δ’ ἐξ ἐπιβουλῆς καὶ πλεονεξίας
ἀπάτῃ καὶ βίᾳ κατέχηται, καθάπερ ὑπὸ τούτου νῦν, μικρὰ
πρόφασις καὶ τὸ τυχὸν πταῖσμα ταχέως αὐτὰ διέσεισε
καὶ κατέλυσεν. [8] καὶ πολλάκις εὑρίσκω λογιζόμενος οὐ
μόνον, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ συμμαχικὰ τῷ Φιλίππῳ πρὸς
ὑποψίαν ἥκοντα καὶ δυσμένειαν, ἀλλὰ καὶ τὰ τῆς ἰδίας
ἀρχῆς οὐ συνηρμοσμένα καλῶς οὐδ’ οἰκείως οὐδ’ ὡς οἴεταί
τις. ὅλως μὲν γὰρ ἡ Μακεδονικὴ δύναμις ἐν μὲν προσ-
θήκης μέρει ῥοπὴν ἔχει τινὰ καὶ χρῆσιν, αὐτὴ δὲ καθ’ αὑτὴν
ἀσθενής ἐστι καὶ πρὸς τηλικοῦτον ὄγκον πραγμάτων εὐ-
καταφρόνητος. [9] ἔτι δ’ αὐτὴν οὗτος τοῖς πολέμοις καὶ ταῖς
στρατείαις καὶ πᾶσιν οἷς ἄν τις αὐτὸν μέγαν εἶναι νομίσειε,
σφαλερωτέραν αὑτῷ πεποίηκεν. μὴ γὰρ οἴεσθ’, ὦ ἄνδρες
Ἀθηναῖοι, τοῖς αὐτοῖς χαίρειν Φίλιππόν τε καὶ τοὺς ἀρχο-
μένους, ἀλλ’ ἐννοεῖσθ’ ὡς ὁ μὲν ἐπιθυμεῖ δόξης, οἱ δ’ ἀσφα-
λείας, καὶ αὐτῷ μὲν οὐκ ἔστι τυχεῖν ταύτης ἀκινδύνως, οἱ
δ’ οὐδὲν δέονται, καταλείποντες οἴκοι τέκνα, γονεῖς, γυναῖκας,
φθείρεσθαι καὶ καθ’ ἑκάστην ἡμέραν κινδυνεύειν ὑπὲρ αὐτοῦ.
[10] ὥστε τοὺς μὲν πολλοὺς τῶν Μακεδόνων ἐκ τούτων ἄν τις
ἴδοι πῶς διάκεινται πρὸς τὸν Φίλιππον· τοὺς δὲ περὶ αὐτὸν
ὄντας ἑταίρους καὶ τοὺς τῶν ξένων ἡγεμόνας εὑρήσετε δόξαν
μὲν ἔχοντας ἐπ’ ἀνδρείᾳ, περιδεῶς δὲ μᾶλλον τῶν ἀδόξων
ζῶντας. τοῖς μὲν γὰρ ὁ πρὸς τοὺς πολεμίους μόνον ὑπάρχει
κίνδυνος, οἱ δὲ τοὺς κόλακας καὶ τοὺς διαβάλλοντας αὐτοὺς
μᾶλλον ἢ τὰς μάχας δεδίασι· [11] κἀκεῖνοι μὲν μετὰ πάντων
ἀγωνίζονται πρὸς τοὺς ἀντιταχθέντας, τοῖς δὲ καὶ τῶν ἐν
τοῖς πολέμοις κακῶν οὐκ ἐλάχιστον μέρος μέτεστιν, καὶ
χωρὶς ἰδίᾳ τὸν τρόπον τὸν τοῦ βασιλέως φοβεῖσθαι συμ-
βέβηκεν. ἔτι δὲ τῶν μὲν πολλῶν ἐὰν ἁμάρτῃ τις, ζημίας
κατὰ τὴν ἀξίαν εἴληφεν· οἱ δ’ ὅταν μάλιστα κατορθώσωσι,
τότε μάλιστα σκορακίζονται καὶ προπηλακίζονται παρὰ τὸ
προσῆκον. [12] καὶ τούτοις οὐδ’ ἂν εἷς εὖ φρονῶν ἀπιστήσειεν·
οὕτω γὰρ φιλότιμον αὐτὸν εἶναί φασιν οἱ συνδιατρίψαντες
ὥστε βουλόμενον τὰ κάλλιστα τῶν ἔργων πάνθ’ αὑτοῦ δοκεῖν
εἶναι μᾶλλον ἄχθεσθαι τῶν στρατηγῶν καὶ τῶν ἡγεμόνων
τοῖς ἄξιον ἐπαίνου τι πράξασιν ἢ τοῖς ὅλως ἀποτυχοῦσι.
[13] πῶς οὖν, εἴπερ ἐστὶ ταῦτα τοιαῦτα, πιστῶς ἤδη πολὺν χρό-
νον αὐτῷ παραμένουσιν; ὅτι νῦν μέν, ὦ ἄνδρες Ἀθηναῖοι,
τὸ κατορθοῦν αὐτὸν ἐπισκοτεῖ πᾶσι τοῖς τοιούτοις· αἱ γὰρ
εὐπραξίαι δειναὶ συγκρύψαι καὶ συσκιάσαι τὰς ἁμαρτίας
τῶν ἀνθρώπων εἰσίν· εἰ δέ τι πταίσει, τότ’ ἀκριβῶς δια-
καλυφθήσεται ταῦτα πάντα. συμβαίνει γάρ, ὥσπερ ἐν
τοῖς σώμασιν ἡμῶν· [14] ὅταν μὲν ἐρρωμένος ᾖ τις, οὐδὲν ἐπαι-
σθάνεται τῶν καθ’ ἕκαστα σαθρῶν, ἐπὰν δ’ ἀρρωστήσῃ,
πάντα κινεῖται, κἂν ῥῆγμα κἂν στρέμμα κἂν ἄλλο τι τῶν
ὑπαρχόντων ᾖ μὴ τελέως ὑγιεινόν· οὕτω καὶ τῶν βασιλειῶν
καὶ ἁπασῶν τῶν δυναστειῶν, ἕως μὲν ἂν ἐν τοῖς πολέμοις
κατορθῶσιν, ἀφανῆ τὰ κακά ἐστι τοῖς πολλοῖς, ἐπὰν δέ τι
πταίσωσιν, ὃ νῦν παθεῖν εἰκὸς ἐκεῖνον μεῖζον φορτίον ἢ
καθ’ αὑτὸν αἰρόμενον, γίγνεται φανερὰ τὰ δυσχερῆ πάντα
τοῖς ἅπασιν.