[1] Τὸ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, πεπεικόθ’ ἑαυτὸν ἔχειν τι
συμφέρον εἰπεῖν ἀνίστασθαι καὶ καλὸν καὶ προσῆκον εἶναί
μοι δοκεῖ, τὸ δὲ μὴ βουλομένους ἀκούειν βιάζεσθαι παν-
τελῶς ἔγωγ’ αἰσχρὸν ἡγοῦμαι [εἶναι]. οἴομαι δέ, ἐὰν ἐθε-
λήσητέ μοι πείθεσθαι τήμερον, καὶ τὰ βέλτιστα μᾶλλον
ὑμᾶς ἑλέσθαι δυνήσεσθαι καὶ τοὺς τῶν ἀναβαινόντων λόγους
βραχεῖς ποιήσειν. [2] τί οὖν συμβουλεύω; πρῶτον μέν, ὦ
ἄνδρες Ἀθηναῖοι, περὶ αὐτῶν ὧν σκοπεῖτε τὸν παριόντα
λέγειν ἀξιοῦν. πολλὰ γὰρ ἄλλα τις ἂν περιέλθοι τῷ λόγῳ
καὶ πόλλ’ ἂν ἀστεῖ’ εἴποι, ἄλλως τε καὶ ὥσπερ τούτων
ἔνιοι δεινῶν ὄντων. ἀλλ’ εἰ μὲν ῥημάτων ἥκετ’ ἀκουσό-
μενοι, ταῦτα λέγειν καὶ ἀκούειν χρή· εἰ δ’ ὑπὲρ πραγμάτων
αἱρέσεως βουλευσόμενοι, αὐτὰ καθ’ ἑαυτὰ παραινῶ τὰ πράγ-
μαθ’ ὡς μάλιστα κρίνειν, ἀφελόντας ὅσοι λόγοι πεφύκασιν
ἐξαπατᾶν. [3] ἓν μὲν οὖν τοῦτο λέγω, δεύτερον δέ, ὅ τισιν ἴσως
παράδοξον ἔσται πρὸς τὸ τοὺς λόγους ἐλάττους εἶναι, σιω-
πῶντας ἀκούειν. περὶ μὲν γὰρ τοῦ ταῦτ’ ἢ ’κεῖνα συμφέ-
ρειν, καὶ πότερ’ ἂν δικαιότερον προέλοιθ’ ἡ πόλις, οὔτ’ εἰσὶ
λόγοι πολλοὶ μὴ βουλομένοις μάτην ἀδολεσχεῖν, οὔτε πᾶς
τις ἂν αὐτοὺς εἰπεῖν ἔχοι· ὡς δὲ καὶ δίκαιον ἀκούειν καὶ
πρὸς τὸν θόρυβον ἀποκρίνασθαι καὶ λόγον ἐκ λόγου λέγειν,
οὐδεὶς ὅστις οὐχὶ δύναιτ’ ἄν. ἐκ δὴ τοῦ θορυβεῖν οὐκ
ἀπαλλάττεσθε λόγων, ἀλλὰ καὶ περὶ τῶν οὐδὲν εἰς χρείαν
ἐπαναγκάζεσθ’ ἀκούειν. ἡ μὲν οὖν ἐμὴ γνώμη περὶ ὧν
βουλεύεσθε, ἥδ’ ἐστίν.
|