Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΠΡΟΟΙΜΙΑ

ΔΗΜ πρ 43.1–2

Οι ευτυχισμένοι οφείλουν να επιζητούν τη σωφροσύνη περισσότερο από τους δυστυχισμένους

    [1] Οὐδεὶς πώποτ’ ἴσως ὑμῶν ἐζήτησεν, ὦ ἄνδρες Ἀθηναῖοι,
τί δήποθ’ οἱ κακῶς πράττοντες ἄμεινον περὶ τῶν πραγμάτων
τῶν εὖ πραττόντων βουλεύονται. ἔστι δ’ οὐχ ἑτέρωθέν
ποθεν τοῦτο γιγνόμενον, ἀλλ’ ὅτι συμβαίνει τοῖς μὲν μήτε
φοβεῖσθαι μηδὲν μήθ’ ἅν τις λέγοι δεινὰ προσήκονθ’
αὑτοῖς ἡγεῖσθαι, τοὺς δὲ πλησίον ὄντας τῶν ἁμαρτη-
μάτων, ὅταν εἰς τὸ κακῶς πράττειν ἀφίκωνται, σώφρονας
πρὸς τὰ λοιπὰ καὶ μετρίους ὑπάρχειν. [2] σπουδαίων τοίνυν
ἐστὶν ἀνθρώπων, ὅταν βελτίστῃ τῇ παρούσῃ τύχῃ χρῶνται,
τότε πλείω τὴν σπουδὴν πρὸς τὸ σωφρονεῖν ἔχειν· οὐδὲν
γὰρ οὔτε φυλαττομένοις οὕτω δεινὸν ὥστ’ ἀφύλακτον εἶναι,
οὔτ’ ὀλιγωροῦσιν ἀπροσδόκητον παθεῖν. λέγω δὲ ταῦτ’ οὐχ
ἵνα τὴν ἄλλως ὑμᾶς δεδίττωμαι, ἀλλ’ ἵνα μὴ διὰ τὴν παροῦ-
σαν εὐπραξίαν, ἃ γένοιτ’ ἄν, εἰ μὴ προνοήσεσθε τῶν πραγμά-
των, δείν’ ἀκούοντες καταφρονῆτε, ἀλλ’ ἄνευ τοῦ παθεῖν,
ὥσπερ ἐστὶν προσῆκον φάσκοντάς γε μηδένων ἀπολείπε-
σθαι τῷ σωφρονεῖν, φυλάξησθε.