Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΠΡΟΟΙΜΙΑ

ΔΗΜ πρ 30.1–3

Η υφιστάμενη αδιαφορία για την κατάλληλη πολεμική προετοιμασία και ο απαιτούμενος ζήλος γι' αυτήν

    [1] Ἔδει μέν, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸ τοῦ πολεμεῖν ἐσκέφθαι
τίς ὑπάρξει παρασκευὴ τῷ γενησομένῳ πολέμῳ· εἰ δ’ ἄρα
μὴ πρόδηλος ἦν, ὅτε πρῶτον ἐβουλεύεσθ’ ὑπὲρ αὐτοῦ φανε-
ροῦ γενομένου, τότε καὶ περὶ τῆς παρασκευῆς ἐσκέφθαι. εἰ
δὲ φήσετε πολλὰς ἐγκεχειρικέναι δυνάμεις, ἃς λελυμάνθαι
τοὺς ἐπιστάντας, οὐκ ἀποδέξεται τοῦθ’ ὑμῶν οὐδείς· οὐ γάρ
ἐστι τῶν αὐτῶν τούς <τ’> ἐπὶ τῶν πραγμάτων ἀπολύειν καὶ
λέγειν ὡς διὰ τούτους κακῶς ταῦτ’ ἔχει. [2] ἐπειδὴ δὲ τὰ μὲν
παρεληλυθότ’ οὐκ ἂν ἄλλως ἔχοι δεῖ δ’ ἐκ τῶν παρόντων
ἐπαμῦναι τοῖς πράγμασι, τοῦ μὲν κατηγορεῖν οὐδένα καιρὸν
ὁρῶ, πειράσομαι δ’ ἃ κράτιστα νομίζω συμβουλεῦσαι. πρῶ-
τον μὲν οὖν ὑμᾶς ἐκεῖν’ ἐγνωκέναι δεῖ, ὅτι τὴν ἴσην ὑπερ-
βολὴν τῆς σπουδῆς καὶ φιλονικίας ἐπὶ τοῖς πράγμασι πάντ’
ἄνδρα παρασχέσθαι δεῖ ὅσηνπερ ἐκ τῶν ἄνωθεν χρόνων
ἀμελείας· μόλις γὰρ οὕτως ἐλπὶς ἐκ πολλοῦ διώκοντας τὰ
προειμέν’ ἑλεῖν δυνηθῆναι. [3] ἔπειτ’ οὐκ ἀθυμητέον τοῖς γεγε-
νημένοις· ὃ γάρ ἐστι τῶν παρεληλυθότων χείριστον, τοῦτο
πρὸς τὰ μέλλοντα βέλτιστον ὑπάρχει. τί οὖν τοῦτ’ ἔστιν,
[ὦ ἄνδρες Ἀθηναῖοι]; ὅτι οὐδὲν ὑμῶν τῶν δεόντων ποιούν-
των κακῶς ἔχει τὰ πράγματα· ἐπεὶ εἴ γε πάνθ’ ἃ προσῆκε
πραττόντων οὕτως εἶχεν, οὐδ’ ἂν ἐλπὶς ἦν αὐτὰ γενέσθαι
βελτίω.