Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΠΡΟΟΙΜΙΑ

ΔΗΜ πρ 10.1–2

Κατά τη λήψη αποφάσεων για την πόλη πρέπει να ακούγονται όλες οι απόψεις

    [1] Εἰ μὲν ἐγνώκατ’, ὦ ἄνδρες Ἀθηναῖοι, τί βέλτιστον ὂν
τυγχάνει πρᾶξαι περὶ τῶν παρόντων, ἁμάρτημα τὸ συμβου-
λεύειν προτιθέναι· ἃ γὰρ αὐτοὶ πρὶν ἀκοῦσαι δοκιμάζετε
συμφέρειν, τί δεῖ ταῦτ’ ἀκούοντας μάτην ἐνοχλεῖσθαι; εἰ δὲ
σκοπεῖτε καὶ βουλεύεσθ’ ὡς ἐκ τῶν ῥηθησομένων δοκιμάσαι
δέον, οὐκ ὀρθῶς ἔχει τὸ κωλύειν τοὺς βουλομένους λέγειν.
παρὰ μὲν γὰρ τῶν ὅλως ἀποστερεῖσθ’ ἐκ τοῦ τοῦτο ποιεῖν,
εἴ τι χρήσιμον ἐντεθύμηνται· τοὺς δ’ ἀφέντας ἃ τυγχάνουσιν
ἐγνωκότες, ὧν ὑμᾶς ἐπιθυμεῖν οἴονται, ταῦτα ποιεῖτε συμ-
βουλεύειν. [2] ἔστιν δ’ ἁμαρτάνειν μὲν βουλομένων τὸ συνα-
ναγκάζειν τὸν παριόνθ’ ἃ βούλεσθε λέγειν, βουλευομένων δ’
ἀκούσαντας ἃ γιγνώσκει σκοπεῖν, κἄν τι καλῶς ἔχῃ, χρῆσθαι.
λέγω δὲ ταῦτ’ οὐκ ἐναντία τοῖς ὑμῖν ἀρέσκουσιν μέλλων
παραινεῖν, ἀλλ’ ἐκεῖν’ εἰδώς, ὅτι ἂν μὲν μὴ ’θελήσητε τῶν
ἀντιλεγόντων ἀκοῦσαι, ἐξηπατῆσθαι φήσουσιν ὑμᾶς, ἂν δ’
ἀκούσαντες μὴ πεισθῆτε, ἐξεληλεγμένοι παραχρῆμ’ ἔσονται
τὰ χείρω παραινοῦντες.