Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΠΕΡΙ ΤΩΝ ΣΥΜΜΟΡΙΩΝ

ΔΗΜ 14.1–13

Προοίμιον: Η πρακτική του Δημοσθένη διαφέρει από αυτήν των υπόλοιπων ρητόρων – Το άκαιρο μιας εκστρατείας εναντίον των Περσών
Πολλοί Αθηναίοι πολιτικοί, θορυβημένοι από τις φήμες ότι ο βασιλιάς των Περσών Αρταξέρξης ο Γ´ (359/8–335 π.Χ) ετοίμαζε στρατό, πίστευαν ότι η Αθήνα έπρεπε να προλάβει ενδεχόμενη επίθεσή του και να του κηρύξει τον πόλεμο, επικεφαλής μιας συμμαχίας των Ελλήνων. Αντίθετη άποψη είχε ο Δημοσθένης, ο οποίος, ωστόσο, θεωρούσε τη συγκυρία κατάλληλη, για την ενίσχυση του αθηναϊκού στόλου. Κάτι τέτοιο θα ήταν, κατά την άποψή του, εφικτό με την αναδιοργάνωση των συμμοριῶν , δηλαδή των φορολογικών συλλόγων που αποτελούνταν από τους πλούσιους Αθηναίους και είχαν ως σκοπό την κατανομή των εξόδων για τον εξοπλισμό του στόλου. Ο λόγος εκφωνήθηκε γύρω στο 354/3 π.Χ.

    [1] Οἱ μὲν ἐπαινοῦντες, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς προγόνους
ὑμῶν λόγον εἰπεῖν μοι δοκοῦσι προαιρεῖσθαι κεχαρισμένον,
οὐ μὴν συμφέροντά γ’ ἐκείνοις οὓς ἐγκωμιάζουσι ποιεῖν·
περὶ γὰρ πραγμάτων ἐγχειροῦντες λέγειν ὧν οὐδ’ εἷς ἀξίως
ἐφικέσθαι τῷ λόγῳ δύναιτο, αὐτοὶ μὲν τοῦ δοκεῖν δύνασθαι
λέγειν δόξαν ἐκφέρονται, τὴν δ’ ἐκείνων ἀρετὴν ἐλάττω τῆς
ὑπειλημμένης παρὰ τοῖς ἀκούουσιν φαίνεσθαι ποιοῦσιν.
ἐγὼ δ’ ἐκείνων μὲν ἔπαινον τὸν χρόνον ἡγοῦμαι μέγιστον,
οὗ πολλοῦ γεγενημένου μείζω τῶν ὑπ’ ἐκείνων πραχθέντων
οὐδένες ἄλλοι παραδείξασθαι δεδύνηνται· [2] αὐτὸς δὲ πειράσομαι
τὸν τρόπον εἰπεῖν ὃν ἄν μοι δοκεῖτε μάλιστα δύνασθαι
παρασκευάσασθαι. καὶ γὰρ οὕτως ἔχει· εἰ μὲν ἡμεῖς
ἅπαντες οἱ μέλλοντες λέγειν δεινοὶ φανείημεν ὄντες, οὐδὲν
ἂν τὰ ὑμέτερ’ εὖ οἶδ’ ὅτι βέλτιον σχοίη· εἰ δὲ παρελθὼν
εἷς ὁστισοῦν δύναιτο διδάξαι καὶ πεῖσαι, τίς παρασκευὴ
καὶ πόση καὶ πόθεν πορισθεῖσα χρήσιμος ἔσται τῇ πόλει,
πᾶς ὁ παρὼν φόβος λελύσεται. ἐγὼ δὲ τοῦτ’, ἂν ἄρ’ οἷός
τ’ ὦ, πειράσομαι ποιῆσαι, μικρὰ προειπὼν ὑμῖν ὡς ἔχω
γνώμης περὶ τῶν πρὸς τὸν βασιλέα.

    [3] Ἐγὼ νομίζω κοινὸν ἐχθρὸν ἁπάντων τῶν Ἑλλήνων εἶναι
βασιλέα, οὐ μὴν διὰ τοῦτο παραινέσαιμ’ ἂν μόνοις τῶν
ἄλλων ὑμῖν πόλεμον πρὸς αὐτὸν ἄρασθαι· οὐδὲ γὰρ αὐτοὺς
τοὺς Ἕλληνας ὁρῶ κοινοὺς ἀλλήλοις ὄντας φίλους, ἀλλ’
ἐνίους μᾶλλον ἐκείνῳ πιστεύοντας ἤ τισιν αὑτῶν. ἐκ δὴ
τῶν τοιούτων νομίζω συμφέρειν ὑμῖν τὴν μὲν ἀρχὴν τοῦ
πολέμου τηρεῖν ὅπως ἴση καὶ δικαία γενήσεται, παρασκευά-
ζεσθαι δ’ ἃ προσήκει πάντα καὶ τοῦθ’ ὑποκεῖσθαι. [4] ἡγοῦμαι
γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς Ἕλληνας, εἰ μὲν ἐναργὲς [τι]
γένοιτο καὶ σαφὲς ὡς βασιλεὺς αὐτοῖς ἐπιχειρεῖ, κἂν συμ-
μαχῆσαι καὶ χάριν μεγάλην ἔχειν τοῖς πρὸ αὐτῶν καὶ μετ’
αὐτῶν ἐκεῖνον ἀμυνομένοις· εἰ δ’ ἔτ’ ἀδήλου τούτου καθεστη-
κότος προαπεχθησόμεθ’ ἡμεῖς, δέδι’, ὦ ἄνδρες Ἀθηναῖοι,
μὴ τούτοις μετ’ ἐκείνου πολεμεῖν ἀναγκασθῶμεν, ὑπὲρ ὧν
προνοούμεθα. [5] ὁ μὲν γὰρ ἐπισχὼν ὧν ὥρμηκεν, εἰ ἄρ’
ἐγχειρεῖν ἔγνωκε τοῖς Ἕλλησι, χρήματα δώσει τισὶν αὐτῶν
καὶ φιλίαν προτενεῖται, οἱ δὲ τοὺς ἰδίους πολέμους ἐπαν-
ορθῶσαι βουλόμενοι καὶ τοῦτον τὸν νοῦν ἔχοντες τὴν
κοινὴν ἁπάντων σωτηρίαν παρόψονται. εἰς δὲ τὴν ταραχὴν
ταύτην καὶ τὴν ἀγνωμοσύνην παραινῶ μὴ προκαθεῖναι τὴν
πόλιν ἡμῶν. [6] οὐδὲ γὰρ οὐδ’ ἀπ’ ἴσης ὁρῶ τοῖς τ’ ἄλλοις
Ἕλλησι καὶ ὑμῖν περὶ τῶν πρὸς τὸν βασιλέα τὴν βουλὴν
οὖσαν, ἀλλ’ ἐκείνων μὲν πολλοῖς ἐνδέχεσθαί μοι δοκεῖ τῶν
ἰδίᾳ τι συμφερόντων διοικουμένοις τῶν ἄλλων Ἑλλήνων
ἀμελῆσαι, ὑμῖν δ’ οὐδ’ ἀδικουμένοις παρὰ τῶν ἀδικούντων
καλόν ἐστιν λαβεῖν ταύτην τὴν δίκην, ἐᾶσαί τινας αὐτῶν
ὑπὸ τῷ βαρβάρῳ γενέσθαι. [7] ὅτε δ’ οὕτω ταῦτ’ ἔχει, σκε-
πτέον ὅπως μήθ’ ἡμεῖς ἐν τῷ πολέμῳ γενησόμεθ’ οὐκ ἴσοι,
μήτ’ ἐκεῖνος, ὃν ἡμεῖς ἐπιβουλεύειν ἡγούμεθα τοῖς Ἕλλησι,
τὴν τοῦ φίλος αὐτοῖς δοκεῖν εἶναι πίστιν λήψεται. πῶς
οὖν ταῦτ’ ἔσται; ἂν ἡ μὲν δύναμις τῆς πόλεως ἐξητασμένη
καὶ παρεσκευασμένη πᾶσιν ᾖ φανερά, φαίνηται δὲ δίκαι’
ἐπὶ ταύτῃ φρονεῖν αἱρουμένη. [8] τοῖς δὲ θρασυνομένοις καὶ
σφόδρ’ ἑτοίμως πολεμεῖν κελεύουσιν ἐκεῖνο λέγω, ὅτι οὐκ
ἔστιν χαλεπὸν οὔθ’ ὅταν βουλεύεσθαι δέῃ, δόξαν ἀνδρείας
λαβεῖν, οὔθ’ ὅταν κίνδυνός τις ἐγγὺς ᾖ, δεινὸν εἰπεῖν φανῆ-
ναι, ἀλλ’ ἐκεῖνο καὶ χαλεπὸν καὶ προσῆκον, ἐπὶ μὲν τῶν
κινδύνων τὴν ἀνδρείαν ἐνδείκνυσθαι, ἐν δὲ τῷ συμβουλεύειν
φρονιμώτερα τῶν ἄλλων εἰπεῖν ἔχειν. [9] ἐγὼ δ’, ὦ ἄνδρες
Ἀθηναῖοι, νομίζω τὸν μὲν πόλεμον τὸν πρὸς βασιλέα χαλε-
πὸν τῇ πόλει, τὸν δ’ ἀγῶνα τὸν ἐκ τοῦ πολέμου ῥᾴδιον ἂν
συμβῆναι. διὰ τί; ὅτι τοὺς μὲν πολέμους ἅπαντας ἀνα-
γκαίως ἡγοῦμαι τριήρων καὶ χρημάτων καὶ τόπων δεῖσθαι,
ταῦτα δὲ πάντ’ ἀφθονώτερ’ ἐκεῖνον ἔχονθ’ ἡμῶν εὑρίσκω·
τοὺς δ’ ἀγῶνας οὐδενὸς οὕτω τῶν ἄλλων ὁρῶ δεομένους ὡς
ἀνδρῶν ἀγαθῶν, τούτους δ’ ἡμῖν καὶ τοῖς μεθ’ ἡμῶν κινδυ-
νεύουσι πλείους ὑπάρχειν νομίζω. [10] τὸν μὲν δὴ πόλεμον διὰ
ταῦτα παραινῶ μηδ’ ἐξ ἑνὸς τρόπου προτέρους ἀνελέσθαι,
ἐπὶ δὲ τὸν ἀγῶνα ὀρθῶς φημι παρεσκευασμένους ὑπάρχειν
χρῆναι. εἰ μὲν οὖν ἕτερος μὲν ἦν τις τρόπος δυνάμεως ᾗ
τοὺς βαρβάρους οἷόν τ’ ἦν ἀμύνασθαι, ἕτερος δέ τις ᾗ τοὺς
Ἕλληνας, εἰκότως ἂν ἴσως φανεροὶ πρὸς ἐκεῖνον ἐγιγνόμεθ’
ἀντιταττόμενοι· [11] ἐπεὶ δὲ πάσης ἐστὶ παρασκευῆς ὁ αὐτὸς
τρόπος καὶ δεῖ ταὔτ’ εἶναι κεφάλαια τῆς δυνάμεως, τοὺς
ἐχθροὺς ἀμύνασθαι δύνασθαι, τοῖς οὖσι συμμάχοις βοηθεῖν,
τὰ ὑπάρχοντ’ ἀγαθὰ σῴζειν, τί τοὺς ὁμολογουμένως ἐχθροὺς
ἔχοντες ἑτέρους ζητοῦμεν; ἀλλὰ παρασκευασώμεθα μὲν
πρὸς αὐτούς, ἀμυνούμεθα δὲ κἀκεῖνον, ἂν ἡμᾶς ἀδικεῖν
ἐπιχειρῇ. [12] καὶ νῦν μὲν καλεῖτε πρὸς ὑμᾶς αὐτοὺς τοὺς Ἕλ-
ληνας· ἂν δ’ ἃ κελεύουσιν οὗτοι μὴ ποιῆτε, οὐχ ἡδέως
ἐνίων ὑμῖν ἐχόντων, πῶς χρὴ προσδοκᾶν τιν’ ὑπακούσεσθαι;
ὅτι νὴ Δί’ ἀκούσονται παρ’ ἡμῶν ὡς ἐπιβουλεύει βασιλεὺς
αὐτοῖς. αὐτοὺς δ’ οὐ προορᾶν, ὦ πρὸς τοῦ Διός, οἴεσθε
τοῦτο; ἐγὼ μὲν γὰρ οἶμαι. ἀλλ’ οὔπω μείζων ἔσθ’ ὁ φόβος
τῶν πρὸς ὑμᾶς καὶ πρὸς ἀλλήλους ἐνίοις διαφορῶν. οὐδὲν
οὖν ἀλλ’ ἢ ῥαψῳδήσουσιν οἱ πρέσβεις περιιόντες. [13] τότε
δ’, ἂν ἄρ’ ἃ νῦν οἰόμεθ’ ἡμεῖς πράττηται, οὐδεὶς δήπου τῶν
πάντων Ἑλλήνων τηλικοῦτον ἐφ’ αὑτῷ φρονεῖ, ὅστις ὁρῶν
ὑμῖν χιλίους μὲν ἱππέας, ὁπλίτας δ’ ὅσους ἂν ἐθέλῃ τις,
ναῦς δὲ τριακοσίας, οὐχ ἥξει καὶ δεήσεται, μετὰ τούτων
ἀσφαλέστατ’ ἂν ἡγούμενος σωθῆναι. οὐκοῦν ἐκ μὲν τοῦ
καλεῖν ἤδη τὸ δεῖσθαι κἂν μὴ τύχητ’ ἀφαμαρτεῖν, ἐκ δὲ
τοῦ μετὰ τοῦ παρεσκευάσθαι τὰ ὑμέτερ’ αὐτῶν ἐπισχεῖν
δεομένους σῴζειν καὶ εὖ εἰδέναι πάντας ἥξοντάς ἐστιν.