Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΠΕΡΙ ΤΩΝ ΠΡΟΣ ΑΛΕΞΑΝΔΡΟΝ ΣΥΝΘΗΚΩΝ

ΔΗΜ 17.26–30

Οι μακεδονικές προκλήσεις αποτελούν απροκάλυπτη παραβίαση των συνθηκών – Οι προτάσεις του ρήτορα
Ο λόγος αυτός δεν γράφτηκε από τον Δημοσθένη, αλλά από κάποιον που ανήκε στην ίδια πολιτική παράταξη με αυτόν. Εκφωνήθηκε λίγο μετά τη δολοφονία του Φιλίππου. Ο νέος βασιλιάς της Μακεδονίας, ο γιος του Αλέξανδρος, εγκατέστησε στη Μεσσήνη τους γιους του τυράννου Φιλιάδη, δίνοντας αφορμή για τις αιτιάσεις του ομιλητή περί παραβίασης της συνθήκης που είχαν συνάψει οι Μακεδόνες με τους υπόλοιπους Έλληνες το 335 π.Χ. στο συνέδριο της Κορίνθου. Ακολουθούν οι τελευταίες παράγραφοι του λόγου.

    [26] Τὸ μὲν οὖν περὶ τὰ πλοῖα πρὸς τοῖς ἄλλοις τοῖς προειρη-
μένοις ὁ Μακεδὼν τηλικοῦτον παρέβη· τὸ δὲ ὑβριστικώτατον
καὶ ὑπεροπτικώτατον τῶν Μακεδόνων τὸ πρώην γεγενημένον
ἐστί, τὸ τολμῆσαι εἰσπλεῦσαι εἰς τὸν Πειραιᾶ παρὰ τὰς
κοινὰς ἡμῖν πρὸς αὐτοὺς ὁμολογίας. καὶ τοῦτ’, ὦ ἄνδρες
Ἀθηναῖοι, οὐχ ὅτι μία τριήρης ἦν, μικρὸν ὑποληπτέον, ἀλλ’
ὅτι ἀπόπειρα ἐγένετο, εἰ περιοψόμεθα, ἵνα μετὰ πλειόνων
αὐτοῖς ἐγγένηται τοῦτο πράττειν, καὶ ὅτι οὐκ ἐφρόντισαν τῶν
κοινῶν δογμάτων, καθάπερ οὐδὲ τῶν προειρημένων. [27] ἐπεὶ ὅτι
γε τοῦτο παράδυσις ἦν κατὰ μικρὸν καὶ ἐθισμὸς τοῦ ἀνέχεσθαι
ἡμᾶς τοὺς τοιούτους εἴσπλους, κἀκεῖθεν δῆλον· τῷ γὰρ τὸν
τότε ἐπὶ τῆς νεὼς εἰσπλεύσαντα, ὃν ἔδει εὐθὺς μετὰ τῆς
τριήρους ὑφ’ ὑμῶν ἀπολωλέναι, αἰτεῖσθαι ναυπηγήσασθαι
μικρὰ πλοῖα ἐν τοῖς ἡμετέροις λιμέσι πῶς οὐ καταφανὲς ὅτι
ἀντὶ τοῦ εἰσπλεῖν τὸ εὐθὺς ἔνδον εἶναι ἐμηχανῶντο; καὶ εἰ
λεπτὰ πλοῖα ὑπομενοῦμεν, ὀλίγον ὕστερον καὶ τριήρεις· καὶ
εἰ τὸ πρῶτον ὀλίγας, μικρῷ ὕστερον πολλάς. [28] οὐ γὰρ δὴ ἔστι
γ’ εἰπεῖν ὡς Ἀθήνησι μὲν ἀφθόνων ὄντων τῶν ναυπηγησίμων
ξύλων, τῶν μόγις καὶ πόρρωθεν εἰσκομιζομένων, ἐν δὲ τῇ
Μακεδονίᾳ ἐπιλελοιπότων, τῇ καὶ τοῖς ἄλλοις τοῖς βουλο-
μένοις εὐτελέστατα καθισταμένῃ, ἀλλ’ ᾤονθ’ ἅμα τε ναυπη-
γήσεσθαι ἐνταῦθα καὶ πληρώσεσθαι ἐν τῷ λιμένι [τῷ
προειρημένῳ], ἐν ταῖς κοιναῖς ὁμολογίαις διειρημένον μηδὲν
τοιοῦτον εἰσδέχεσθαι, καὶ τοῦτ’ ἐξέσεσθαι ἐπὶ πλέον ἀεὶ
ποιεῖν. [29] οὕτω πανταχόθεν καταπεφρονηκότως ἐκεῖνοι τῇ πόλει
χρῶνται διὰ τοὺς ἐντεῦθεν διδασκάλους τοὺς ὑπαγορεύοντας
αὐτοῖς ἃ δεῖ ποιεῖν· οὕτω δὲ κατεγνώκασι μετὰ τούτων
ἀδιήγητόν τινα τῆς πόλεως ἔκλυσιν καὶ μαλακίαν, καὶ οὔτε
πρόνοιαν περὶ τῶν μελλόντων εἶναι, οὔτε λογισμὸν οὐδένα
παραγίγνεσθαι τίνα τρόπον χρῆται ὁ τύραννος ταῖς κοιναῖς
ὁμολογίαις. [30] αἷς ἐγὼ διακελεύομαι, ὦ ἄνδρες Ἀθηναῖοι,
πείθεσθαι, καθάπερ ἐδίδαξα, καὶ διαβεβαιωσαίμην ἄν, ὡς
τοῦθ’ ἡλικίας ἔχων, ἅμα καὶ τῷ δικαίῳ ἡμᾶς ἀνεγκλήτως καὶ
τοῖς καιροῖς ἀσφαλέστατα χρήσεσθαι τοῖς ἐπὶ τὸ συμφέρον
κατεπείγουσιν. καὶ γὰρ ἔτι προσγέγραπται <ἐν> ταῖς συνθή-
καις, «ἐὰν βουλώμεθα τῆς κοινῆς εἰρήνης μετέχειν»· τὸ δ’
«ἐὰν βουλώμεθα» ἐστὶν ἅμα καὶ τοὐναντίον, εἰ ἄρα ποτὲ δεῖ
παύσασθαι αἰσχρῶς ἑτέροις ἀκολουθοῦντας, ἢ μηδ’ ἀναμνη-
σθῆναι μηδεμιᾶς φιλοτιμίας τῶν ἐξ ἀρχαιοτάτου καὶ πλείστων
καὶ μάλιστα πάντων ἀνθρώπων ἡμῖν ὑπαρχουσῶν. ἐὰν οὖν
κελεύητ’, ὦ ἄνδρες Ἀθηναῖοι, γράψω, καθάπερ αἱ συνθῆκαι
κελεύουσι, πολεμεῖν τοῖς παραβεβηκόσιν.