[215] Μετὰ ταῦτα τοίνυν ἐκάλουν ὑμᾶς καὶ μετεπέμποντο.
ἐξῇτε, ἐβοηθεῖτε, ἵνα τἀν μέσῳ παραλείπω, οὕτως οἰκείως
ὑμᾶς ἐδέχοντο ὥστ’ ἔξω τῶν ὁπλιτῶν καὶ τῶν ἱππέων
ὄντων εἰς τὰς οἰκίας καὶ τὸ ἄστυ δέχεσθαι τὴν στρατιὰν
ἐπὶ παῖδας καὶ γυναῖκας καὶ τὰ τιμιώτατα. καίτοι τρί’ ἐν
ἐκείνῃ τῇ ἡμέρᾳ πᾶσιν ἀνθρώποις ἔδειξαν ἐγκώμια Θηβαῖοι
καθ’ ὑμῶν τὰ κάλλιστα, ἓν μὲν ἀνδρείας, ἕτερον δὲ δικαιο-
σύνης, τρίτον δὲ σωφροσύνης. καὶ γὰρ τὸν ἀγῶνα μεθ’
ὑμῶν μᾶλλον ἢ πρὸς ὑμᾶς ἑλόμενοι ποιήσασθαι καὶ ἀμεί-
νους εἶναι καὶ δικαιότερ’ ἀξιοῦν ὑμᾶς ἔκριναν Φιλίππου·
καὶ τὰ παρ’ αὐτοῖς καὶ παρὰ πᾶσι δ’ ἐν πλείστῃ φυλακῇ,
παῖδας καὶ γυναῖκας, ἐφ’ ὑμῖν ποιήσαντες σωφροσύνης
πίστιν περὶ ὑμῶν ἔχοντες ἔδειξαν. [216] ἐν οἷς πᾶσιν, ἄνδρες
Ἀθηναῖοι, κατά γ’ ὑμᾶς ὀρθῶς ἐφάνησαν ἐγνωκότες. οὔτε
γὰρ εἰς τὴν πόλιν εἰσελθόντος τοῦ στρατοπέδου οὐδεὶς
οὐδὲν οὐδ’ ἀδίκως ὑμῖν ἐνεκάλεσεν· οὕτω σώφρονας παρέ-
σχεθ’ ὑμᾶς αὐτούς· δίς τε συμπαραταξάμενοι τὰς πρώτας
μάχας, τήν τ’ ἐπὶ τοῦ ποταμοῦ καὶ τὴν χειμερινήν, οὐκ
ἀμέμπτους μόνον ὑμᾶς αὐτοὺς ἀλλὰ καὶ θαυμαστοὺς ἐδεί-
ξατε τῷ κόσμῳ, ταῖς παρασκευαῖς, τῇ προθυμίᾳ. ἐφ’ οἷς
παρὰ μὲν τῶν ἄλλων ὑμῖν ἐγίγνοντ’ ἔπαινοι, παρὰ δ’ ὑμῶν
θυσίαι καὶ πομπαὶ τοῖς θεοῖς. [217] καὶ ἔγωγ’ ἡδέως ἂν ἐροίμην
Αἰσχίνην, ὅτε ταῦτ’ ἐπράττετο καὶ ζήλου καὶ χαρᾶς καὶ
ἐπαίνων ἡ πόλις ἦν μεστή, πότερον συνέθυε καὶ συνευ-
φραίνετο τοῖς πολλοῖς, ἢ λυπούμενος καὶ στένων καὶ δυσ-
μεναίνων τοῖς κοινοῖς ἀγαθοῖς οἴκοι καθῆτο. εἰ μὲν γὰρ
παρῆν καὶ μετὰ τῶν ἄλλων ἐξητάζετο, πῶς οὐ δεινὰ ποιεῖ,
μᾶλλον δ’ οὐδ’ ὅσια, εἰ ὧν ὡς ἀρίστων αὐτὸς τοὺς θεοὺς
ἐποιήσατο μάρτυρας, ταῦθ’ ὡς οὐκ ἄριστα νῦν ὑμᾶς ἀξιοῖ
ψηφίσασθαι τοὺς ὀμωμοκότας τοὺς θεούς; εἰ δὲ μὴ παρῆν,
πῶς οὐκ ἀπολωλέναι πολλάκις ἐστὶ δίκαιος, εἰ ἐφ’ οἷς
ἔχαιρον οἱ ἄλλοι, ταῦτ’ ἐλυπεῖθ’ ὁρῶν; Λέγε δὴ καὶ ταῦτα
τὰ ψηφίσματά μοι.
ΨΗΦΙΣΜΑΤΑ ΘΥΣΙΩΝ.
[218] Οὐκοῦν ἡμεῖς μὲν ἐν θυσίαις ἦμεν τότε, Θηβαῖοι δ’ ἐν
τῷ δι’ ἡμᾶς σεσῶσθαι νομίζειν, καὶ περιειστήκει τοῖς βοη-
θείας δεήσεσθαι δοκοῦσιν ἀφ’ ὧν ἔπραττον οὗτοι, αὐτοὺς
βοηθεῖν ἑτέροις ἐξ ὧν ἐπείσθητ’ ἐμοί. ἀλλὰ μὴν οἵας τότ’
ἀφίει φωνὰς ὁ Φίλιππος καὶ ἐν οἵαις ἦν ταραχαῖς ἐπὶ
τούτοις, ἐκ τῶν ἐπιστολῶν τῶν ἐκείνου μαθήσεσθε ὧν εἰς
Πελοπόννησον ἔπεμπεν. καί μοι λέγε ταύτας λαβών, ἵν’
εἰδῆτε, ἡ ἐμὴ συνέχεια καὶ πλάνοι καὶ ταλαιπωρίαι καὶ τὰ
πολλὰ ψηφίσματα, ἃ νῦν οὗτος διέσυρε, τί ἀπειργάσατο.
[219] Καίτοι πολλοὶ παρ’ ὑμῖν, ἄνδρες Ἀθηναῖοι, γεγόνασι
ῥήτορες ἔνδοξοι καὶ μεγάλοι πρὸ ἐμοῦ, Καλλίστρατος ἐκεῖνος,
Ἀριστοφῶν, Κέφαλος, Θρασύβουλος, ἕτεροι μυρίοι· ἀλλ’
ὅμως οὐδεὶς πώποτε τούτων διὰ παντὸς ἔδωκεν ἑαυτὸν εἰς
οὐδὲν τῇ πόλει, ἀλλ’ ὁ μὲν γράφων οὐκ ἂν ἐπρέσβευσεν,
ὁ δὲ πρεσβεύων οὐκ ἂν ἔγραψεν. ὑπέλειπε γὰρ αὐτῶν
ἕκαστος ἑαυτῷ ἅμα μὲν ῥᾳστώνην, ἅμα δ’ εἴ τι γένοιτ’
ἀναφοράν. [220] τί οὖν; εἴποι τις ἄν, σὺ τοσοῦθ’ ὑπερῆρας
ῥώμῃ καὶ τόλμῃ ὥστε πάντα ποιεῖν αὐτός; οὐ ταῦτα λέγω,
ἀλλ’ οὕτως ἐπεπείσμην μέγαν εἶναι τὸν κατειληφότα κίν-
δυνον τὴν πόλιν ὥστ’ οὐκ ἐδόκει μοι χώραν οὐδὲ πρόνοιαν
οὐδεμίαν τῆς ἰδίας ἀσφαλείας διδόναι, ἀλλ’ ἀγαπητὸν εἶναι,
εἰ μηδὲν παραλιπών τις ἃ δεῖ πράξειεν. [221] ἐπεπείσμην δ’
ὑπὲρ ἐμαυτοῦ, τυχὸν μὲν ἀναισθητῶν, ὅμως δ’ ἐπεπείσμην,
μήτε γράφοντ’ ἂν ἐμοῦ γράψαι [βέλτιον] μηδένα μήτε
πράττοντα πρᾶξαι μήτε πρεσβεύοντα πρεσβεῦσαι προθυ-
μότερον μηδὲ δικαιότερον. διὰ ταῦτ’ ἐν πᾶσιν ἐμαυτὸν
ἔταττον. Λέγε τὰς ἐπιστολὰς τὰς τοῦ Φιλίππου.
|