Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΥΠΕΡ ΚΤΗΣΙΦΩΝΤΟΣ ΠΕΡΙ ΤΟΥ ΣΤΕΦΑΝΟΥ

ΔΗΜ 18.188–194

Ο Δημοσθένης διατύπωνε σωτήριες προτάσεις, ενώ ο Αισχίνης σιωπούσε – Η ήττα στη Χαιρώνεια δεν οφειλόταν στις ενέργειες του Δημοσθένη
Ο Δημοσθένης, που με τον λόγο αυτό προσπαθεί να αποδείξει ότι αξίζει τον τιμητικό στέφανο για τις υπηρεσίες του προς την πόλη, υπενθύμισε στους συμπολίτες του τις προσπάθειες που κατέβαλε από το βήμα της Εκκλησίας του δήμου να ενθαρρύνει τους συμπολίτες του και να τους καθησυχάσει για το ενδεχόμενο σύμπραξης των Θηβαίων με τον Φίλιππο, προτείνοντας παράλληλα με ψήφισμα συμμαχία μαζί τους και με τους υπόλοιπους Έλληνες για την αντιμετώπιση του μακεδονικού κινδύνου.

    [188] Αὕτη τῶν περὶ Θήβας ἐγίγνετο πραγμάτων ἀρχὴ καὶ
κατάστασις πρώτη, τὰ πρὸ τούτων εἰς ἔχθραν καὶ μῖσος
καὶ ἀπιστίαν τῶν πόλεων ὑπηγμένων ὑπὸ τούτων. τοῦτο
τὸ ψήφισμα τὸν τότε τῇ πόλει περιστάντα κίνδυνον παρελ-
θεῖν ἐποίησεν ὥσπερ νέφος. ἦν μὲν τοίνυν τοῦ δικαίου
πολίτου τότε δεῖξαι πᾶσιν, εἴ τι τούτων εἶχεν ἄμεινον, μὴ
νῦν ἐπιτιμᾶν. [189] ὁ γὰρ σύμβουλος καὶ ὁ συκοφάντης, οὐδὲ
τῶν ἄλλων οὐδὲν ἐοικότες, ἐν τούτῳ πλεῖστον ἀλλήλων
διαφέρουσιν· ὁ μέν γε πρὸ τῶν πραγμάτων γνώμην ἀπο-
φαίνεται, καὶ δίδωσιν ἑαυτὸν ὑπεύθυνον τοῖς πεισθεῖσι, τῇ
τύχῃ, τῷ καιρῷ, τῷ βουλομένῳ· ὁ δὲ σιγήσας ἡνίκ’ ἔδει
λέγειν, ἄν τι δύσκολον συμβῇ, τοῦτο βασκαίνει. [190] ἦν μὲν
οὖν, ὅπερ εἶπον, ἐκεῖνος ὁ καιρὸς τοῦ γε φροντίζοντος ἀν-
δρὸς τῆς πόλεως καὶ τῶν δικαίων λόγων· ἐγὼ δὲ τοσαύτην
ὑπερβολὴν ποιοῦμαι ὥστε, ἂν νῦν ἔχῃ τις δεῖξαί τι βέλτιον,
ἢ ὅλως εἴ τι ἄλλ’ ἐνῆν πλὴν ὧν ἐγὼ προειλόμην, ἀδικεῖν
ὁμολογῶ. εἰ γὰρ ἔσθ’ ὅ τι τις νῦν ἑόρακεν, ὃ συνήνεγκεν
ἂν τότε πραχθέν, τοῦτ’ ἐγώ φημι δεῖν ἐμὲ μὴ λαθεῖν. εἰ
δὲ μήτ’ ἔστι μήτ’ ἦν μήτ’ ἂν εἰπεῖν ἔχοι μηδεὶς μηδέπω
καὶ τήμερον, τί τὸν σύμβουλον ἐχρῆν ποιεῖν; οὐ τῶν φαι-
νομένων καὶ ἐνόντων τὰ κράτισθ’ ἑλέσθαι; [191] τοῦτο τοίνυν
ἐποίησα, τοῦ κήρυκος ἐρωτῶντος, Αἰσχίνη, «τίς ἀγορεύειν
βούλεται,» οὐ «τίς αἰτιᾶσθαι περὶ τῶν παρεληλυθότων,» οὐδὲ
«τίς ἐγγυᾶσθαι τὰ μέλλοντ’ ἔσεσθαι»; σοῦ δ’ ἀφώνου κατ’
ἐκείνους τοὺς χρόνους ἐν ταῖς ἐκκλησίαις καθημένου, ἐγὼ
παριὼν ἔλεγον. ἐπειδὴ δ’ οὐ τότε, ἀλλὰ νῦν δεῖξον. εἰπὲ
τίς ἢ λόγος, ὅντιν’ ἐχρῆν εὐπορεῖν, ἢ καιρὸς συμφέρων ὑπ’
ἐμοῦ παρελείφθη τῇ πόλει; τίς δὲ συμμαχία, τίς πρᾶξις,
ἐφ’ ἣν μᾶλλον ἔδει μ’ ἀγαγεῖν τουτουσί;

    [192] Ἀλλὰ μὴν τὸ μὲν παρεληλυθὸς ἀεὶ παρὰ πᾶσιν ἀφεῖται,
καὶ οὐδεὶς περὶ τούτου προτίθησιν οὐδαμοῦ βουλήν· τὸ δὲ
μέλλον ἢ τὸ παρὸν τὴν τοῦ συμβούλου τάξιν ἀπαιτεῖ. τότε
τοίνυν τὰ μὲν ἔμελλεν, ὡς ἐδόκει, τῶν δεινῶν, τὰ δ’ ἤδη
παρῆν, ἐν οἷς τὴν προαίρεσίν μου σκόπει τῆς πολιτείας,
μὴ τὰ συμβάντα συκοφάντει. τὸ μὲν γὰρ πέρας ὡς ἂν
ὁ δαίμων βουληθῇ πάντων γίγνεται· ἡ δὲ προαίρεσις αὐτὴ
τὴν τοῦ συμβούλου διάνοιαν δηλοῖ. [193] μὴ δὴ τοῦθ’ ὡς ἀδίκημ’
ἐμὸν θῇς, εἰ κρατῆσαι συνέβη Φιλίππῳ τῇ μάχῃ· ἐν γὰρ
τῷ θεῷ τὸ τούτου τέλος ἦν, οὐκ ἐμοί. ἀλλ’ ὡς οὐχ ἅπανθ’
ὅσ’ ἐνῆν κατ’ ἀνθρώπινον λογισμὸν εἱλόμην, καὶ δικαίως
ταῦτα καὶ ἐπιμελῶς ἔπραξα καὶ φιλοπόνως ὑπὲρ δύναμιν,
ἢ ὡς οὐ καλὰ καὶ τῆς πόλεως ἄξια πράγματ’ ἐνεστησάμην
καὶ ἀναγκαῖα, ταῦτά μοι δεῖξον, καὶ τότ’ ἤδη κατηγόρει
μου. [194] εἰ δ’ ὁ συμβὰς σκηπτὸς [ἢ χειμὼν] μὴ μόνον ἡμῶν
ἀλλὰ καὶ πάντων τῶν ἄλλων Ἑλλήνων μείζων γέγονε, τί
χρὴ ποιεῖν; ὥσπερ ἂν εἴ τις ναύκληρον πάντ’ ἐπὶ σωτηρίᾳ
πράξαντα καὶ κατασκευάσαντα τὸ πλοῖον ἀφ’ ὧν ὑπελάμ-
βανε σωθήσεσθαι, εἶτα χειμῶνι χρησάμενον καὶ πονησάντων
αὐτῷ τῶν σκευῶν ἢ καὶ συντριβέντων ὅλως, τῆς ναυαγίας
αἰτιῷτο. ἀλλ’ οὔτ’ ἐκυβέρνων τὴν ναῦν, φήσειεν (ἄν ὥσ-
περ οὐδ’ ἐστρατήγουν ἐγώ), οὔτε τῆς τύχης κύριος ἦν, ἀλλ’
ἐκείνη τῶν πάντων.