Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΥΠΕΡ ΚΤΗΣΙΦΩΝΤΟΣ ΠΕΡΙ ΤΟΥ ΣΤΕΦΑΝΟΥ

ΔΗΜ 18.1–7

Προοίμιον: έκκληση για την εύνοια και αμερόληπτη κρίση των δικαστών
Δύο χρόνια περίπου μετά τη μάχη στη Χαιρώνεια (338 π.Χ.) ο ομοϊδεάτης και φίλος του Δημοσθένη, ο Κτησιφώντας, πρότεινε να στεφανωθεί ο ρήτορας με χρυσό στεφάνι για τις υπηρεσίες του προς την πατρίδα. Ο πολιτικός αντίπαλος του Δημοσθένη, ο Αισχίνης, υπέβαλε ένσταση κατά του ψηφίσματος του Κτησιφώντα (βλ. ΑΙΣΧΙΝ 3.9–12), αλλά για διάφορους λόγους αυτή συζητήθηκε μόλις το 330 π.Χ.

    [1] Πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι
πᾶσι καὶ πάσαις, ὅσην εὔνοιαν ἔχων ἐγὼ διατελῶ τῇ τε πόλει
καὶ πᾶσιν ὑμῖν, τοσαύτην ὑπάρξαι μοι παρ’ ὑμῶν εἰς τουτονὶ
τὸν ἀγῶνα, ἔπειθ’ ὅπερ ἐστὶ μάλισθ’ ὑπὲρ ὑμῶν καὶ τῆς ὑμετέ-
ρας εὐσεβείας τε καὶ δόξης, τοῦτο παραστῆσαι τοὺς θεοὺς
ὑμῖν, μὴ τὸν ἀντίδικον σύμβουλον ποιήσασθαι περὶ τοῦ πῶς
ἀκούειν ὑμᾶς ἐμοῦ δεῖ (σχέτλιον γὰρ ἂν εἴη τοῦτό γε), [2] ἀλλὰ
τοὺς νόμους καὶ τὸν ὅρκον, ἐν ᾧ πρὸς ἅπασι τοῖς ἄλλοις
δικαίοις καὶ τοῦτο γέγραπται, τὸ ὁμοίως ἀμφοῖν ἀκροά-
σασθαι. τοῦτο δ’ ἐστὶν οὐ μόνον τὸ μὴ προκατεγνωκέναι
μηδέν, οὐδὲ τὸ τὴν εὔνοιαν ἴσην ἀποδοῦναι, ἀλλὰ τὸ καὶ τῇ
τάξει καὶ τῇ ἀπολογίᾳ, ὡς βεβούληται καὶ προῄρηται τῶν
ἀγωνιζομένων ἕκαστος, οὕτως ἐᾶσαι χρήσασθαι.

    [3] Πολλὰ μὲν οὖν ἔγωγ’ ἐλαττοῦμαι κατὰ τουτονὶ τὸν ἀγῶν’
Αἰσχίνου, δύο δ’, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μεγάλα, ἓν μὲν
ὅτι οὐ περὶ τῶν ἴσων ἀγωνίζομαι· οὐ γάρ ἐστιν ἴσον νῦν
ἐμοὶ τῆς παρ’ ὑμῶν εὐνοίας διαμαρτεῖν καὶ τούτῳ μὴ ἑλεῖν
τὴν γραφήν, ἀλλ’ ἐμοὶ μὲν ―οὐ βούλομαι δυσχερὲς εἰπεῖν
οὐδὲν ἀρχόμενος τοῦ λόγου, οὗτος δ’ ἐκ περιουσίας μου
κατηγορεῖ. ἕτερον δ’, ὃ φύσει πᾶσιν ἀνθρώποις ὑπάρχει,
τῶν μὲν λοιδοριῶν καὶ τῶν κατηγοριῶν ἀκούειν ἡδέως, τοῖς
ἐπαινοῦσι δ’ αὑτοὺς ἄχθεσθαι· [4] τούτων τοίνυν ὃ μέν ἐστι
πρὸς ἡδονήν, τούτῳ δέδοται, ὃ δὲ πᾶσιν ὡς ἔπος εἰπεῖν
ἐνοχλεῖ, λοιπὸν ἐμοί. κἂν μὲν εὐλαβούμενος τοῦτο μὴ
λέγω τὰ πεπραγμέν’ ἐμαυτῷ, οὐκ ἔχειν ἀπολύσασθαι τὰ
κατηγορημένα δόξω, οὐδ’ ἐφ’ οἷς ἀξιῶ τιμᾶσθαι δεικνύναι·
ἐὰν δ’ ἐφ’ ἃ καὶ πεποίηκα καὶ πεπολίτευμαι βαδίζω, πολ-
λάκις λέγειν ἀναγκασθήσομαι περὶ ἐμαυτοῦ. πειράσομαι
μὲν οὖν ὡς μετριώτατα τοῦτο ποιεῖν· ὅ τι δ’ ἂν τὸ πρᾶγμα
αὔτ’ ἀναγκάζῃ, τούτου τὴν αἰτίαν οὗτός ἐστι δίκαιος ἔχειν
ὁ τοιοῦτον ἀγῶν’ ἐνστησάμενος.

    [5] Οἶμαι δ’ ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, πάντας ἂν ὁμολο-
γῆσαι κοινὸν εἶναι τουτονὶ τὸν ἀγῶν’ ἐμοὶ καὶ Κτησιφῶντι
καὶ οὐδὲν ἐλάττονος ἄξιον σπουδῆς ἐμοί· πάντων μὲν γὰρ
ἀποστερεῖσθαι λυπηρόν ἐστι καὶ χαλεπόν, ἄλλως τε κἂν
ὑπ’ ἐχθροῦ τῳ τοῦτο συμβαίνῃ, μάλιστα δὲ τῆς παρ’ ὑμῶν
εὐνοίας καὶ φιλανθρωπίας, ὅσῳπερ καὶ τὸ τυχεῖν τούτων
μέγιστόν ἐστιν. [6] περὶ τούτων δ’ ὄντος τουτουὶ τοῦ ἀγῶνος
ἀξιῶ καὶ δέομαι πάντων ὁμοίως ὑμῶν ἀκοῦσαί μου περὶ τῶν
κατηγορημένων ἀπολογουμένου δικαίως, ὥσπερ οἱ νόμοι
κελεύουσιν, οὓς ὁ τιθεὶς ἐξ ἀρχῆς Σόλων, εὔνους ὢν ὑμῖν
καὶ δημοτικός, οὐ μόνον τῷ γράψαι κυρίους ᾤετο δεῖν εἶναι,
ἀλλὰ καὶ τῷ τοὺς δικάζοντας ὀμωμοκέναι, οὐκ ἀπιστῶν ὑμῖν,
ὥς γ’ ἐμοὶ φαίνεται, [7] ἀλλ’ ὁρῶν ὅτι τὰς αἰτίας καὶ τὰς δια-
βολάς, αἷς ἐκ τοῦ πρότερος λέγειν ὁ διώκων ἰσχύει, οὐκ ἔνι
τῷ φεύγοντι παρελθεῖν, εἰ μὴ τῶν δικαζόντων ἕκαστος ὑμῶν
τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν φυλάττων καὶ τὰ τοῦ λέ-
γοντος ὑστέρου δίκαια εὐνοϊκῶς προσδέξεται, καὶ παρασχὼν
αὑτὸν ἴσον καὶ κοινὸν ἀμφοτέροις ἀκροατὴν οὕτω τὴν διά-
γνωσιν ποιήσεται περὶ ἁπάντων.