Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΠΕΡΙ ΤΗΣ ΑΤΕΛΕΙΑΣ ΠΡΟΣ ΛΕΠΤΙΝΗΝ

ΔΗΜ 20.67–74

Ο νόμος του Λεπτίνη προσβάλλει τη μνήμη του Κόνωνα – Σύγκριση Κόνωνα–Θεμιστοκλή
Αφού αμφισβήτησε το αναμενόμενο επιχείρημα του Λεπτίνη (για τον Λεπτίνη και τις επιδιώξεις του βλ. ΔΗΜ 20.11–17) ότι εξαιτίας της ἀτελείας, της απαλλαγής δηλαδή των ευεργετών της Αθήνας από τους φόρους, οι ασθενέστεροι οικονομικά πολίτες επωμίζονταν τα βάρη των πλουσιότερων, ο ρήτορας κατονόμασε μη Αθηναίους πολίτες, που πλήττονταν από την κατάργησή της, για να περάσει στη συνέχεια στους Αθηναίους.

    [67] Πάνυ τοίνυν ἀχθοίμην ἄν, ὦ ἄνδρες δικασταί, εἰ τοῦτο
μόνον δόξαιμι δίκαιον κατηγορεῖν τοῦ νόμου, ὅτι πολλοὺς
ξένους εὐεργέτας ἀφαιρεῖται τὴν ἀτέλειαν, τῶν δὲ πολιτῶν
μηδέν’ ἄξιον δοκοίην ἔχειν δεῖξαι τῶν εὑρημένων ταύτην τὴν
τιμήν. καὶ γὰρ τἆλλ’ ἀγάθ’ εὐξαίμην ἂν ἔγωγε παρ’ ἡμῖν
εἶναι πλεῖστα, καὶ ἄνδρας ἀρίστους καὶ πλείστους εὐεργέτας
τῆς πόλεως πολίτας εἶναι. [68] πρῶτον μὲν τοίνυν Κόνωνα
σκοπεῖτε, εἰ ἄρ’ ἄξιον, καταμεμψαμένους ἢ τὸν ἄνδρα ἢ τὰ
πεπραγμένα, ἄκυρόν τι ποιῆσαι τῶν ἐκείνῳ δοθέντων. οὗτος
γάρ, ὡς ὑμῶν τινῶν ἔστιν ἀκοῦσαι τῶν κατὰ τὴν αὐτὴν
ἡλικίαν ὄντων, μετὰ τὴν τοῦ δήμου κάθοδον τὴν ἐκ Πειραιῶς
ἀσθενοῦς ἡμῶν τῆς πόλεως οὔσης καὶ ναῦν οὐδεμίαν κεκτη-
μένης, στρατηγῶν βασιλεῖ, παρ’ ὑμῶν οὐδ’ ἡντινοῦν ἀφορμὴν
λαβών, κατεναυμάχησεν Λακεδαιμονίους, καὶ πρότερον τοῖς
ἄλλοις ἐπιτάττοντας εἴθισ’ ἀκούειν ὑμῶν, καὶ τοὺς ἁρμοστὰς
ἐξήλασεν ἐκ τῶν νήσων, καὶ μετὰ ταῦτα δεῦρ’ ἐλθὼν ἀνέστησε
τὰ τείχη, καὶ πρῶτος πάλιν περὶ τῆς ἡγεμονίας ἐποίησε τῇ
πόλει τὸν λόγον πρὸς Λακεδαιμονίους εἶναι. [69] καὶ γάρ τοι
μόνῳ τῶν πάντων αὐτῷ τοῦτ’ ἐν τῇ στήλῃ γέγραπται·
«ἐπειδὴ [Κόνων]» φησὶν «ἠλευθέρωσε τοὺς Ἀθηναίων συμ-
μάχους.» ἔστιν δὲ τοῦτο τὸ γράμμ’, ὦ ἄνδρες δικασταί,
ἐκείνῳ μὲν φιλοτιμία πρὸς ὑμᾶς αὐτούς, ὑμῖν δὲ πρὸς πάντας
τοὺς Ἕλληνας· ὅτου γὰρ ἄν τις παρ’ ὑμῶν ἀγαθοῦ τοῖς
ἄλλοις αἴτιος γένηται, τούτου τὴν δόξαν τὸ τῆς πόλεως
ὄνομα καρποῦται. [70] διόπερ οὐ μόνον αὐτῷ τὴν ἀτέλειαν
ἔδωκαν οἱ τότε, ἀλλὰ καὶ χαλκῆν εἰκόνα, ὥσπερ Ἁρμοδίου
καὶ Ἀριστογείτονος, ἔστησαν πρώτου· ἡγοῦντο γὰρ οὐ
μικρὰν τυραννίδα καὶ τοῦτον τὴν Λακεδαιμονίων ἀρχὴν κατα-
λύσαντα πεπαυκέναι. ἵν’ οὖν μᾶλλον οἷς λέγω προσέχητε,
τὰ ψηφίσμαθ’ ὑμῖν αὔτ’ ἀναγνώσεται τὰ τότε ψηφισθέντα
τῷ Κόνωνι. λέγε.
ΨΗΦΙΣΜΑΤΑ.

    [71] Οὐ τοίνυν ὑφ’ ὑμῶν μόνον ὁ Κόνων, ὦ ἄνδρες Ἀθηναῖοι,
τότ’ ἐτιμήθη πράξας ἃ διεξῆλθον ἐγώ, ἀλλὰ καὶ ὑπ’ ἄλλων
πολλῶν, οἳ δικαίως ὧν εὐεργέτηντο χάριν ᾤοντο δεῖν ἀπο-
διδόναι. οὔκουν αἰσχρόν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ αἱ μὲν
παρὰ τοῖς ἄλλοις δωρειαὶ βέβαιοι μένουσιν αὐτῷ, τῆς δὲ
παρ’ ὑμῶν μόνης τοῦτ’ ἀφαιρήσεται; [72] καὶ μὴν οὐδ’ ἐκεῖνο
καλόν, ζῶντα μὲν αὐτὸν οὕτω τιμᾶν ὥστε τοσούτων ὅσων
ἀκηκόατ’ ἀξιοῦν, ἐπειδὴ δὲ τετελεύτηκεν, [μηδεμίαν ποιησα-
μένους τούτων μνείαν] ἀφελέσθαι τι τῶν δοθέντων τότε.
πολλὰ μὲν γάρ ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν ὑπ’ ἐκείνου
πραχθέντων ἄξι’ ἐπαίνου, δι’ ἃ πάντα προσήκει μὴ λύειν τὰς
ἐπὶ τούτοις δοθείσας δωρειάς, κάλλιστον δὲ πάντων ἡ τῶν
τειχῶν ἀνάστασις. [73] γνοίη δ’ ἄν τις εἰ παραθείη πῶς Θεμι-
στοκλῆς, ὁ τῶν καθ’ ἑαυτὸν ἁπάντων ἀνδρῶν ἐνδοξότατος,
ταὐτὸ τοῦτ’ ἐποίησεν. λέγεται τοίνυν ἐκεῖνος, τειχίζειν
εἰπὼν τοῖς πολίταις, κἂν ἀφικνῆταί τις ἐκ Λακεδαίμονος,
κατέχειν κελεύσας, οἴχεσθαι πρεσβεύων αὐτὸς ὡς τοὺς Λακε-
δαιμονίους, λόγων δὲ γιγνομένων ἐκεῖ καί τινων ἀπαγγελ-
λόντων ὡς Ἀθηναῖοι τειχίζουσιν, ἀρνεῖσθαι καὶ πρέσβεις
πέμπειν σκεψομένους κελεύειν, ἐπειδὴ δ’ οὐχ ἧκον οὗτοι,
πέμπειν ἑτέρους παραινεῖν. καὶ πάντες ἴσως ἀκηκόαθ’ ὃν
τρόπον ἐξαπατῆσαι λέγεται. [74] φημὶ τοίνυν ἐγώ (καὶ πρὸς
Διός, ἄνδρες Ἀθηναῖοι, μηδεὶς φθόνῳ τὸ μέλλον ἀκούσῃ,
ἀλλ’ ἂν ἀληθὲς ᾖ σκοπείτω), ὅσῳ τὸ φανερῶς τοῦ λάθρᾳ
κρεῖττον, καὶ τὸ νικῶντας τοῦ παρακρουσαμένους πράττειν
ὁτιοῦν ἐντιμότερον, τοσούτῳ κάλλιον Κόνωνα τὰ τείχη στῆσαι
Θεμιστοκλέους· ὁ μὲν γὰρ λαθών, ὁ δὲ νικήσας τοὺς κωλύ-
σοντας αὔτ’ ἐποίησεν. οὐ τοίνυν ἄξιον τὸν τοιοῦτον ὑφ’
ὑμῶν ἀδικηθῆναι, οὐδ’ ἔλαττον σχεῖν τῶν ῥητόρων τῶν
διδαξόντων ὡς ἀφελέσθαι τι χρὴ τῶν ἐκείνῳ δοθέντων.