Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΠΕΡΙ ΤΗΣ ΑΤΕΛΕΙΑΣ ΠΡΟΣ ΛΕΠΤΙΝΗΝ

ΔΗΜ 20.11–17

Ο νόμος του Λεπτίνη είναι αντίθετος προς το ήθος της αθηναϊκής πολιτείας
Ο Κτήσιππος ήταν γιος του Χαβρία, τριήραρχου που σκοτώθηκε κοντά στη Χίο το 357 π.Χ. Ο Δημοσθένης, ως συνήγορος του Κτήσιππου, αντίκειται με τον λόγο του αυτόν σε νόμο του Λεπτίνη, που προέβλεπε την κατάργηση της ἀτελείας , δηλαδή της απαλλαγής των ευεργετών της Αθήνας από τους φόρους, νόμο με τον οποίον ο Λεπτίνης, σε μια εποχή οικονομικής στενότητας για την πόλη, προσπάθησε να αυξήσει τις πηγές των εσόδων της (354 π.Χ.). Στην αρχή του λόγου, από τον οποίο απουσιάζει ένα τυπικό προοίμιον , ο ρήτορας τόνισε ότι στη συγκεκριμένη δίκη δεν υπερασπιζόταν τα συμφέροντα μόνον του Κτήσιππου, αλλά κυρίως της ίδιας της πόλης, η οποία με την κατάργηση της ἀτελείας θα υφίστατο μεγάλη βλάβη, δικαιώνοντας όσους την κατηγορούσαν ως φθονερή, αναξιόπιστη και αχάριστη.

    [11] Ὅτι τοίνυν οὐδ’ ἐστὶν ὅλως, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦ
ἤθους τοῦ ὑμετέρου κύριον ποιῆσαι τοιοῦτον νόμον, καὶ τοῦτο
πειράσομαι δεῖξαι διὰ βραχέων, ἕν τι τῶν πρότερον πεπρα-
γμένων τῇ πόλει διεξελθών. λέγονται χρήμαθ’ οἱ τριάκοντα
δανείσασθαι παρὰ Λακεδαιμονίων ἐπὶ τοὺς ἐν Πειραιεῖ.
ἐπειδὴ δ’ ἡ πόλις εἰς ἓν ἦλθεν καὶ τὰ πράγματ’ ἐκεῖνα
κατέστη, πρέσβεις πέμψαντες οἱ Λακεδαιμόνιοι τὰ χρήματα
ταῦτ’ ἀπῄτουν. [12] λόγων δὲ γιγνομένων καὶ τῶν μὲν τοὺς
δανεισαμένους ἀποδοῦναι κελευόντων, τοὺς ἐξ ἄστεως, τῶν
δὲ τοῦτο πρῶτον ὑπάρξαι τῆς ὁμονοίας σημεῖον ἀξιούντων,
κοινῇ διαλῦσαι τὰ χρήματα, φασὶ τὸν δῆμον ἑλέσθαι συνεισ-
ενεγκεῖν αὐτὸν καὶ μετασχεῖν τῆς δαπάνης, ὥστε μὴ λῦσαι
τῶν ὡμολογημένων μηδέν. πῶς οὖν οὐ δεινόν, ὦ ἄνδρες
Ἀθηναῖοι, εἰ τότε μὲν τοῖς ἠδικηκόσιν ὑμᾶς ὑπὲρ τοῦ μὴ
ψεύσασθαι τὰ χρήματ’ εἰσφέρειν ἠθελήσατε, νῦν δ’ ἐξὸν
ὑμῖν ἄνευ δαπάνης τὰ δίκαια ποιῆσαι τοῖς εὐεργέταις, λύ-
σασι τὸν νόμον, ψεύδεσθαι μᾶλλον αἱρήσεσθε; ἐγὼ μὲν
οὐκ ἀξιῶ.

    [13] Τὸ μὲν τοίνυν τῆς πόλεως ἦθος, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ
ἐπ’ ἄλλων πολλῶν καὶ ἐφ’ ὧν εἶπον ἴδοι τις ἂν τοιοῦτον,
ἀψευδὲς καὶ χρηστόν, οὐ τὸ λυσιτελέστατον πρὸς ἀργύριον
σκοποῦν, ἀλλὰ τί καὶ καλὸν πρᾶξαι. τὸ δὲ τοῦ θέντος τὸν
νόμον, τὰ μὲν ἄλλ’ ἔγωγ’ οὐκ οἶδα, οὐδὲ λέγω φλαῦρον
οὐδὲν οὐδὲ σύνοιδα, ἐκ δὲ τοῦ νόμου σκοπῶν εὑρίσκω πολὺ
τούτου κεχωρισμένον. [14] φημὶ τοίνυν ἐγὼ κάλλιον εἶναι τοῦτον
ὑμῖν ἀκολουθῆσαι περὶ τοῦ λῦσαι τὸν νόμον ἢ ὑμᾶς τούτῳ
περὶ τοῦ θέσθαι, καὶ λυσιτελέστερον εἶναι καὶ ὑμῖν καὶ
τούτῳ τὴν πόλιν πεπεικέναι Λεπτίνην ὅμοιον αὐτῇ γενέσθαι
δοκεῖν ἢ αὐτὴν ὑπὸ τούτου πεπεῖσθαι ὁμοίαν εἶναι τούτῳ·
οὐδὲ γὰρ εἰ πάνυ χρηστός ἐσθ’, ὡς ἐμοῦ γ’ ἕνεκ’ ἔστω,
βελτίων ἐστὶ τῆς πόλεως τὸ ἦθος.

    [15] Νομίζω τοίνυν ὑμᾶς, ὦ ἄνδρες δικασταί, ἄμεινον ἂν περὶ
τοῦ παρόντος βουλεύσασθαι, εἰ κἀκεῖνο μάθοιτε, ὅτι ᾧ μόνῳ
μείζους εἰσὶν αἱ παρὰ τῶν δήμων δωρειαὶ τῶν παρὰ τῶν
ἄλλων πολιτειῶν [διδομένων], καὶ τοῦτ’ ἀφαιρεῖται νῦν τῷ
νόμῳ. τῇ μὲν γὰρ χρείᾳ τῇ τῶν εὑρισκομένων τὰς δωρειὰς
οἱ τύραννοι καὶ οἱ τὰς ὀλιγαρχίας ἔχοντες μάλιστα δύνανται
[τιμᾶν]· πλούσιον γὰρ ὃν ἂν βούλωνται παραχρῆμ’ ἐποίησαν·
τῇ δὲ τιμῇ καὶ τῇ βεβαιότητι τὰς παρὰ τῶν δήμων δωρειὰς
εὑρήσετ’ οὔσας βελτίους. [16] τό τε γὰρ μὴ μετ’ αἰσχύνης ὡς
κολακεύοντα λαμβάνειν, ἀλλ’ ἐν ἰσηγορίᾳ δοκοῦντ’ ἄξιόν
τινος εἶναι τιμᾶσθαι τῶν καλῶν ἐστι, τό θ’ ὑπὸ τῶν ὁμοίων
ἑκόντων θαυμάζεσθαι τοῦ παρὰ τοῦ δεσπότου λαμβάνειν
ὁτιοῦν κρεῖττον εἶναι δοκεῖ. παρὰ μὲν γὰρ ἐκείνοις μείζων
ἐστὶν ὁ τοῦ μέλλοντος φόβος τῆς παρούσης χάριτος, παρὰ
δ’ ὑμῖν ἀδεῶς ἃν λάβῃ τις ἔχειν ὑπῆρχε τὸν γοῦν ἄλλον
χρόνον. [17] ὁ τοίνυν τὴν πίστιν ἀφαιρῶν τῶν δωρειῶν νόμος,
οὗτος, ᾧ μόνῳ κρείττους εἰσὶν αἱ παρ’ ὑμῶν δωρειαί, τοῦτ’
ἀφαιρεῖται. καίτοι τῶν ἁπασῶν ἧς ἄν τινος πολιτείας τὸ
κομίζεσθαι τοὺς εὔνους τοῖς καθεστῶσιν χάριν ἐξέλῃς, οὐ
μικρὰν φυλακὴν αὐτῶν ταύτην ἀφῃρηκὼς ἔσει.