Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ

ΔΗΜ 13.26–31

Η επιτυχημένη οικονομική πολιτική των προγόνων και η κακοδιαχείριση του παρόντος
Εκτός από τις προτάσεις που υπέβαλε για την καλύτερη διαχείριση των δημόσιων εσόδων της πόλης, ο ομιλητής τόνισε ότι οι σύγχρονοί του ενδιαφέρονταν αποκλειστικά για την κατάκτηση αξιωμάτων και ανέτρεξε στο ένδοξο αθηναϊκό παρελθόν, οπότε τα μεγάλα στρατιωτικά κατορθώματα αποδίδονταν σε όλο τον λαό και όχι στους ηγέτες του. Επιπλέον, θύμισε ότι κάποτε τα πολιτικά δικαιώματα θεωρούνταν προνόμιο όσων είχαν γεννηθεί στην Αθήνα και δεν παραχωρούνταν στους ξένους, όσο μεγάλη κι αν ήταν η προσφορά τους.

    [26] Σκέψασθε δ’ ἅ τις κεφάλαι’ ἂν ἔχοι [τῶν πραγμάτων]
εἰπεῖν τῶν τ’ ἐκείνοις πεπραγμένων καὶ τῶν ὑμῖν, ἂν ἄρ’
ὑμῶν αὐτῶν ἀλλ’ ἐκ τούτων γε δύνησθε γενέσθαι. πέντε
μὲν καὶ τετταράκοντ’ ἔτη τῶν Ἑλλήνων ἦρξαν ἑκόντων
ἐκεῖνοι, πλείω δ’ ἢ μύρια τάλαντ’ εἰς τὴν ἀκρόπολιν ἀνή-
γαγον, πολλὰ δὲ καὶ καλὰ καὶ πεζῇ καὶ ναυμαχοῦντες
ἔστησαν τρόπαια, ἐφ’ οἷς ἔτι καὶ νῦν ἡμεῖς φιλοτιμούμεθα.
καίτοι νομίζετ’ αὐτοὺς ταῦτα στῆσαι, οὐχ ἵνα θαυμάζωμεν
ἡμεῖς θεωροῦντες αὐτά, ἀλλ’ ἵνα καὶ μιμώμεθα τὰς τῶν
ἀναθέντων ἀρετάς. [27] ἐκεῖνοι μὲν δὴ ταῦτα· ἡμεῖς δ’, ὅσης
ἅπαντες ὁρᾶτ’ ἐρημίας ἐπειλημμένοι, σκέψασθ’ εἰ παρα-
πλήσια. οὐ πλείω μὲν ἢ χίλια καὶ πεντακόσια τάλαντ’
ἀνήλωται μάτην εἰς τοὺς τῶν Ἑλλήνων ἀπόρους, ἐξανήλωνται
δ’ οἵ τ’ ἴδιοι πάντες οἶκοι καὶ τὰ κοινὰ τῇ πόλει καὶ τὰ
παρὰ τῶν συμμάχων, οὓς δ’ ἐν τῷ πολέμῳ συμμάχους
ἐκτησάμεθα, οὗτοι νῦν ἐν τῇ εἰρήνῃ ἀπολώλασιν; [28] ἀλλὰ
νὴ Δία ταῦτα μόνον τότ’ εἶχε βέλτιον ἢ νῦν, τὰ δ’ ἄλλα
χεῖρον. πολλοῦ γε καὶ δεῖ, ἀλλ’ ὅ τι βούλεσθ’ ἐξετάσωμεν.
οἰκοδομήματα μέν γε καὶ κόσμον τῆς πόλεως, ἱερῶν καὶ
λιμένων καὶ τῶν ἀκολούθων τούτοις, τοιοῦτον καὶ το-
σοῦτον κατέλιπον ἐκεῖνοι ὥστε μηδενὶ τῶν ἐπιγιγνομένων
ὑπερβολὴν λελεῖφθαι, προπύλαια ταῦτα, νεώσοικοι, στοαί,
τἆλλα, οἷς ἐκεῖνοι κοσμήσαντες τὴν πόλιν ἡμῖν παρέδωκαν·
[29] τὰς δ’ ἰδίας οἰκίας τῶν ἐν δυνάμει γενομένων οὕτω μετρίας
καὶ τῷ τῆς πολιτείας ὀνόματι ἀκολούθους ὥστε τὴν Θεμι-
στοκλέους καὶ τὴν Κίμωνος καὶ τὴν Ἀριστείδου καὶ τῶν τότε
λαμπρῶν οἰκίαν, εἴ τις ἄρ’ ὑμῶν οἶδεν ὁποία ποτ’ ἐστίν,
ὁρᾷ τῆς τοῦ γείτονος οὐδὲν σεμνοτέραν οὖσαν. [30] νῦν δ’, ὦ
ἄνδρες Ἀθηναῖοι, δημοσίᾳ μὲν ἡ πόλις ἡμῶν τὰς ὁδοὺς
ἀγαπᾷ κατασκευάζουσα καὶ κρήνας καὶ κονιάματα καὶ λήρους
(καὶ οὐ τοῖς εἰσηγησαμένοις ταῦτ’ ἐπιτιμῶ, πολλοῦ γε καὶ
δέω, ἀλλ’ ὑμῖν, εἰ ταῦθ’ ἱκανὰ ὑμῖν αὐτοῖς ὑπολαμβάνετ’
εἶναι), ἰδίᾳ δ’ οἱ τῶν κοινῶν ἐπί τῳ γεγενημένοι οἱ μὲν
τῶν δημοσίων οἰκοδομημάτων σεμνοτέρας τὰς ἰδίας οἰκίας
κατεσκευάκασιν, οὐ μόνον τῶν πολλῶν ὑπερηφανωτέρας,
οἱ δὲ γῆν συνεωνημένοι γεωργοῦσιν ὅσην οὐδ’ ὄναρ ἤλπισαν
πώποτε. [31] τούτων δ’ αἴτιον ἁπάντων, ὅτι τότε μὲν ὁ δῆμος
δεσπότης ἦν καὶ κύριος ἁπάντων, καὶ ἀγαπητὸν ἦν παρ’
ἐκείνου τῶν ἄλλων ἑκάστῳ καὶ τιμῆς καὶ ἀρχῆς καὶ ἀγαθοῦ
τινὸς μεταλαμβάνειν, νῦν δὲ τοὐναντίον κύριοι μὲν τῶν
ἀγαθῶν οὗτοι, καὶ διὰ τούτων ἅπαντα πράττεται, ὁ δὲ δῆμος
ἐν ὑπηρέτου καὶ προσθήκης μέρει, καὶ ὑμεῖς ἀγαπᾶθ’ ἃν οὗτοι
μεταδιδῶσι λαμβάνοντες.