Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ

ΔΗΜ 13.1–2

Ο ομιλητής διαχωρίζει τη θέση του από τις δύο επικρατούσες απόψεις για τη διανομή και διαχείριση των δημοσίων χρημάτων
Θέμα της ημερήσιας διάταξης στην Εκκλησία του Δήμου είναι η αναδιοργάνωση στη διαχείριση και κατανομή των δημόσιων εσόδων. Ο λόγος γράφτηκε γύρω στο 350 π.Χ.

    [1] Περὶ μὲν τοῦ παρόντος ἀργυρίου καὶ ὧν ἕνεκα τὴν ἐκκλη-
σίαν ποιεῖσθ’, ὦ ἄνδρες Ἀθηναῖοι, οὐδέτερόν μοι δοκεῖ τῶν
χαλεπῶν εἶναι, οὔτ’ ἐπιτιμήσαντα τοῖς νέμουσι καὶ διδοῦσι
τὰ κοινὰ εὐδοκιμῆσαι παρὰ τοῖς βλάπτεσθαι διὰ τούτων
ἡγουμένοις τὴν πόλιν, οὔτε συνειπόντα καὶ παραινέσανθ’ ὡς
δεῖ λαμβάνειν, χαρίσασθαι τοῖς σφόδρ’ ἐν χρείᾳ τοῦ λαβεῖν
οὖσιν· οὐδέτεροι γὰρ πρὸς τὸ τῇ πόλει συμφέρον σκοποῦντες
οὔτ’ ἐπαινοῦσιν οὔτε δυσχεραίνουσι τὸ πρᾶγμα, ἀλλ’ ὡς
ἑκάτεροι χρείας καὶ περιουσίας ἔχουσιν. [2] ἐγὼ δὲ τοῦτο μὲν
οὔτ’ ἂν εἰσηγησαίμην, οὔτ’ ἂν ἀντείποιμ’ ὡς οὐ δεῖ λαμ-
βάνειν· παραινῶ μέντοι σκοπεῖν καὶ λογίζεσθαι πρὸς ὑμᾶς
αὐτοὺς ὅτι τἀργύριον μέν ἐστι τοῦθ’, ὑπὲρ οὗ βουλεύεσθε,
μικρόν, τὸ δ’ ἔθος μέγα, ὃ γίγνεται μετὰ τούτου. εἰ μὲν
οὖν μετὰ τοῦ πράττειν ἃ προσήκει καὶ τὸ λαμβάνειν κατα-
σκευάσεσθε, οὐ μόνον οὐ βλάψετε, ἀλλὰ καὶ τὰ μέγιστ’
ὠφελήσετε τὴν πόλιν καὶ ὑμᾶς αὐτούς· εἰ δὲ τοῦ μὲν λαμ-
βάνειν καὶ ἑορτὴ καὶ πᾶσ’ ἀρκέσει πρόφασις, τοῦ δ’ ἃ πρὸς
τούτοις δεῖ ποιεῖν μηδὲ τοὺς λόγους ἀκούειν ἐθελήσετε, ὁρᾶτε
μήποθ’, ἃ νῦν ὀρθῶς ἡγεῖσθε πράττειν, σφόδρ’ ἡμαρτηκέναι
νομίσητε.