Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΠΕΡΙ ΑΛΟΝΝΗΣΟΥ

ΔΗΜ 7.36–38

Η παράνομη κατάληψη θρακικών περιοχών από τον Φίλιππο – Η τύχη ενός αιχμαλώτου
Ο ρήτορας κατέγραψε τις έως τότε έκνομες ενέργειες του Φιλίππου, αμφισβήτησε την ειλικρίνεια των προθέσεών του και απέρριψε μία προς μία τις προτάσεις του για συμφιλίωση (βλ. ΔΗΜ 7.1–6). Και συνεχίζει:

    [36] Περὶ δ’ ὧν ἐν τῇ εἰρήνῃ εἴληφε χωρίων, ὑμῶν ἐχόντων,
παρασπονδῶν καὶ λύων τὴν εἰρήνην, ἐπειδὴ οὐκ ἔχει ὅ τι
εἴπῃ, ἀλλ’ ἀδικῶν φανερῶς ἐξελέγχεται, ἐπιτρέπειν φησὶ
περὶ τούτων ἔτοιμος εἶναι ἴσῳ καὶ κοινῷ δικαστηρίῳ· περὶ
ὧν μόνων οὐδὲν δεῖ ἐπιτροπῆς, ἀλλ’ ἀριθμὸς ἡμερῶν ἐστιν ὁ
κρίνων. ἅπαντες γὰρ ἴσμεν τίνι μηνὶ καὶ τίνι ἡμέρᾳ ἡ
εἰρήνη ἐγένετο. [37] ὥσπερ δὲ ταῦτα ἴσμεν, κἀκεῖνα ἴσμεν, τίνι
μηνὶ καὶ τίνι ἡμέρᾳ Σέρρειον τεῖχος καὶ Ἐργίσκη καὶ Ἱερὸν
ὄρος ἑάλω. οὐ δὴ ἀφανῆ ἐστι τὰ οὕτω πραχθέντα, οὐδὲ
κρίσεως δεόμενα, ἀλλὰ πᾶσι γνώριμα πότερος πρότερος ὁ
μήν ἐστιν, ἐν ᾧ ἡ εἰρήνη ἐγένετο ἢ ἐν ᾧ τὰ χωρία ἑάλω.

    [38] Φησὶ δὲ καὶ τοὺς αἰχμαλώτους ἡμῶν, ὅσοι ἐν τῷ πολέμῳ
ἑάλωσαν, ἀποδεδωκέναι· ὃς τὸν μὲν Καρύστιον, τὸν πρό-
ξενον τῆς ἡμετέρας πόλεως, ὑπὲρ οὗ ὑμεῖς τρεῖς πρέσβεις
ἐπέμψατε ἀπαιτοῦντες, τοῦτον τὸν ἄνδρα ἐκεῖνος οὕτω σφόδρα
ὑμῖν ἐβούλετο χαρίσασθαι, ὥστ’ ἀπέκτεινε καὶ οὐδ’ ἀναίρεσιν
ἔδωκεν, ἵνα ταφῇ.